Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Δευτέρα 21 Σεπτεμβρίου 2009

ΣΤΑΥΡΟΝ ΑΝΥΨΟΥΜΕΝΟΣ, ΤΟΥ ΕΝ ΑΥΤΩ ΥΨΩΘΕΝΤΟΣ...

Σταυρὸς ἀνυψούμενος, τοῦ ἐν αὐτῷ ὑψωθέντος, τὸ πάθος τὸ ἄχραντον, ἀνυμνεῖν προτρέπεται κτίσιν ἅπασαν· ἐν αὐτῷ κτεὶνας γάρ, τὸν ἡμᾶς κτείναντα, νεκρωθέντας ἀνεζώωσε, καὶ κατεκάλλυνε, καὶ εἰς οὐρανοὺς πολιτεύεσθαι, ἠξίωσεν ὡς εὔσπλαγχνος, δι᾿ ὑπερβολὴν ἀγαθότητος· ὅθεν γεγηθότες, ὑψώσωμεν τὸ ὄνομα αὐτοῦ, καὶ τὴν αὐτοῦ μεγαλύνωμεν, ἄκραν συγκατάβασιν.
Μωσῆς προετύπου σε, χεῖρας ἐκτείνας εἰς ὕψος, καὶ κατατροπούμενος, Ἀμαλὴκ τὸν τύραννον, Σταυρὲ τίμιε, τῶν πιστῶν καύχημα, Ἀθλητῶν στήριγμα, Ἀποστόλων ἐγκαλλώπισμα, Δικαίων πρόμαχε, πάντων τῶν Ὁσίων διάσωσμα· διὸ σε ἀνυψούμενον, βλέπουσα ἡ κτίσις εὐφραίνεται, καὶ πανηγυρίζει, δοξάζουσα Χριστὸν τὸν διὰ σοῦ, τὰ διεστῶτα συνάψαντα, ἄκρᾳ ἀγαθότητι.
Σταυρὲ πανσεβάσμιε, ὃν περιέπουσι τάξεις, Ἀγγέλων γηθόμεναι, σήμερον ὑψούμενος, θείῳ νεύματι, ἀνυψοῖς ἅπαντας, τοὺς κλοπῇ βρώσεως, ἀπωσθέντας καὶ εἰς θάνατον, κατολισθήσαντας· ὅθεν σε καρδίᾳ καὶ χείλεσι, πιστῶς περιπτυσσόμενοι, τὸν ἁγιασμὸν ἀρυόμεθα· Ὑψοῦτε βοῶντες, Χριστὸν τὸν ὑπεράγαθον Θεόν, καὶ τὸ αὐτοῦ προσκυνήσατε, θεῖον ὑποπόδιον.