Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Παρασκευή 11 Σεπτεμβρίου 2009

ΓΥΝΑΙΚΕΙΩ ΕΝ ΣΩΜΑΤΙ, ΚΑΙ ΑΝΔΡΕΙΩ ΕΝ ΣΧΗΜΑΤΙ,,,

Γυναικείω ἐν σώματι, καὶ ἀνδρείω ἐν σχήματι, ἀνδρικὰ διήνυσας ἀγωνίσματα, μέσον ἀνδρῶν κατοικήσασα, καὶ πάθη μειώσασα, καὶ ὁρμᾷς τῶν ἡδονῶν, παντελῶς χαλινώσασα, ταὶς ἀσκήσεσι, τὴ συντόνω δεήσει Θεοδώρα, καὶ ταὶς θείαις πρὸς τὸ θεῖον, καὶ ἀνενδότοις σου νεύσεσιν.
Ὑπὸ γὴν σὲ ὁ ἥλιος, ὑποδὺς οὐχ ἑώρακε, πλημμελοῦσαν, ἔγνω δὲ σὲ ὁ ἄδυτος, καρδιογνώστης καὶ Κύριος, ὁ βλέπων τὰ κρύφια, καὶ κατηύγασε φωτί, μετανοιας τὰ ὄμματα, τῆς καρδίας σου, ὅθεν ἔσπευσας τοῦτον θεραπεῦσαι, ἐπιμόνω ἐγκρατεία, καὶ ἀρετῶν τελειότητι.
Tοῦ ἐχθροῦ τὰ σοφίσματα, μηδαμῶς ἀγνοήσασα, ὅπερ οὐκ ὠδίνησας στέργεις νήπιον, καὶ πατρικοὶς σπλάγχνοις ἔνδοξε, ἐκτρέφουσα ἔφερες, εὐσεβεῖ τῶ λογισμῶ, τὸ ἀνθρώπινον ὄνειδος, τὴν ἀνύποιστον, ἐπιτίμησιν ὄντως Θεοδώρα, διὰ τοῦτο τὴν σεπτήν σου, ἐπιτελοῦμεν πανήγυριν.
Ἀρεταὶς πυρσευόμενος, εὐσεβεία κοσμούμενος, Ἱεράρχης ἔνθεος ἐχρημάτισας, καὶ ὡς πολύφωτος ἥλιος, τὸν κόσμον διέδραμες, κατασπείρων πανταχοῦ, τὸ τῆς κτίσεως κήρυγμα, τὴν ἀπάτην δέ, ἐκριζῶν τὴ δρεπάνη τῆς σῆς γλώττης, Ἱεράρχα θεοφόρε, μεγαλοκῆρυξ Αὐτόνομε.
Πρὸς ἐπίπονα σκάμματα, πρὸς ἀνδρεία παλαίσματα, πρὸς πληγὰς καὶ θάνατον, προσεχώρησας, ταὶς γὰρ νιφάσι χωννύμενος, τῶν λίθων Αὐτόνομε, καὶ χρησάμενος αὐτοῖς, ὡς βαθμίσι καὶ κλίμαξιν, ἀνελήλυθας, πρὸς Θεὸν στεφανίτης, καὶ συνήφθης, στρατιαῖς τῶν Ἀσωμάτων, ὑπὲρ τοῦ κόσμου δεόμενος.
Τὴν στολήν σου ἐν αἵματι μαρτυρίου ἐτέλεσας, λαμπροτέραν χάριτι θείου Πνεύματος, καὶ νοερῶς εἰς τὰ Ἅγια, τὰ ἄνω ἀνέδραμες, ἔνθα πρόδρομος ἡμῶν, Ἰησοῦς εἰσελήλυθε, νίκης στέφανον, πρὸς Θεοῦ δεδεγμένος, μετὰ πάντων, τῶν ἐν αἵματι Τιμίω, τελειωθέντων Αὐτόνομε.
Εἰ καὶ θείω βουλήματι, περιφανεῖς στεῖραι γυναῖκες ἐβλάστησαν, ἀλλὰ πάντων ἢ Μαρία τῶν γεννηθέντων, θεοπρεπῶς ὑπερέλαμψεν, ὅτι καὶ ἐξ ἀκάρπου παραδόξως τεχθεῖσα μητρός, ἔτεκεν ἐν σαρκὶ τῶν ἁπάντων Θεόν, ὑπὲρ φύσιν ἐξ ἀσπόρου γαστρός, ἡ μόνη πύλη τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ, ἣν διελθῶν, κεκλεισμένην διεφύλαξε, καὶ πάντα σοφῶς οἰκονομήσας, ὡς οἶδεν αὖτος, πᾶσι τοὶς ἀνθρώποις σωτηρίαν ἀπειργάσατο.
Ἰωακεὶμ καὶ ἡ Ἄννα πανηγυρίζουσι, τὴν ἀπαρχὴν τεκόντες, τῆς ἡμῶν σωτηρίας, τὴν μόνην Θεοτόκον, οἷς καὶ ἡμεῖς, συνεορτάζοντες σήμερον, τὴν ἐκ τῆς ῥίζης ἐκείνης τοῦ Ἱεσσαί, μακαρίζομεν Παρθένον ἁγνήν.
Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου.
Ἡ θεοχώρητος Κόρη, καὶ Θεοτόκος ἁγνή, τῶν Προφητῶν τὸ κλέος, τοῦ Δαυϊδ ἡ θυγάτηρ, σήμερον γεννᾶται ἐξ, Ἰωακείμ, καὶ τῆς Ἄννης τῆς σώφρονος, καὶ τοῦ Ἀδάμ τὴν κατάραν την εἰς ἡμᾶς, ἀνατρέπει ἐν τῷ τόκω αὐτῆς.
Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.
Ἡ πρώην ἄγονος χώρα, γὴν καρποφόρον γεννᾷ, καὶ ἐξ ἀκάρπου μήτρας, καρπὸν ἅγιον δοῦσα, γάλακτι ἐκτρέφει, θαῦμα φρικτόν! ἡ τροφὸς τῆς ζωῆς ἡμῶν, ἡ τὸν οὐράνιον ἄρτον ἐν τῇ γαστρί, δεξαμένη γαλουχεῖται μαζῶ.
Ἐν εὐσήμῳ ἡμέρα Ἑορτῆς ἡμῶν σαλπίσωμεν, πνεύματι κὴ κιθάρα, ἡ γὰρ ἐκ σπέρματος Δαυϊδ, σήμερον τίκτεται, ἡ Μήτηρ τῆς ζωῆς, τὸ σκότος λύουσα, τοῦ Ἀδὰμ ἡ ἀνάπλασις, καὶ τῆς Εὔας ἡ ἀνάκλησις, τῆς ἀφθαρσίας ἡ πηγή, καὶ τῆς φθορᾶς ἀπαλλαγή, δι' ἦς ἡμεῖς ἐθεώθημεν, καὶ τοῦ θανάτου ἐλυτρώθημεν, καὶ βοήσωμεν αὐτὴ σὺν τῶ Γαβριήλ οἱ πιστοί, Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ, διὰ σοῦ χαριζόμενος ἡμῖν τὸ μέγα ἔλεος.