Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Δευτέρα 14 Σεπτεμβρίου 2009

ΚΡΟΤΗΣΩΜΕΝ ΣΗΜΕΡΟΝ ΑΣΜΑΤΙΚΗΝ ΠΑΝΗΓΥΡΙΝ.... ΠΡΟΣ ΠΑΡΑΤΑΞΙΝ ΕΧΘΡΩΝ...

Κροτήσωμεν σήμερον ἀσματικὴν πανήγυριν, καὶ φαιδρῶ τῶ προσώπω, καὶ τὴ γλώττη τρανῶς βοήσωμεν, ὁ δι' ἡμᾶς Χριστέ, κρίσιν καταδεξάμενος, καὶ ἐμπτυσμοὺς καὶ μάστιγας, καὶ τὸ κόκκινον περιβαλόμενος, καὶ ἐν Σταυρῷ ἀνελθῶν, ὃν ἰδὼν ὁ ἥλιος καὶ ἡ σελήνη, τὸ φέγγος ἀπέκρυψαν, καὶ τῶ φόβω γῆ ἐσείετο, καὶ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη διχῶς, αὐτὸς καὶ νὺν δώρησαι, τὸν Σταυρόν σου τὸν τίμιον, ἡμῖν φρουρὸν καὶ φύλακα, καὶ ἐλατήρα τῶν δαιμόνων, ἵνα πάντες προσπτυσσόμενοι, βοῶμεν αὐτῷ, Σῶσον ἡμᾶς Σταυρὲ τὴ δυνάμει σου, ἁγίασον ἡμᾶς τὴ λαμπρότητί σου, τίμιε Σταυρέ, καὶ κραταίωσον ἡμᾶς τὴ ὑψώσει σου, ὅτι φῶς ἡμῖν δεδώρησαι, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.
Φωτολαμπὴς ἀστέρων τύπος, προεδείκνυε Σταυρέ, τρόπαιον νίκης εὐσεβεῖ ἄνακτι τῶ πάνυ, οὗ ἡ μήτηρ Ἑλένη ἀνευραμένη, κοσμοφανὴ πεποίηκε, καὶ σὲ σήμερον ἀνυψοῦντες τῶν πιστῶν αἱ χορεῖαι κραυγάζομεν, Φώτισον ἡμᾶς τὴ ἑλλάμψει σου, Σταυρὲ ζωηφόρε, ἁγίασον ἡμᾶς τὴ ἰσχύϊ σου, πανσέβαστε Σταυρέ, καὶ κράτυνον ἡμᾶς, τὴ ὑψώσει σου, ὑψούμενος πρὸς παράταξιν ἐχθρῶν.