Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Τετάρτη 16 Σεπτεμβρίου 2009

ΥΠΕΡ ΕΝΝΟΙΑΝ ΩΦΘΗ, ΤΑ ΤΩΝ ΘΕΙΩΝ ΜΑΡΤΥΡΩΝ....

Ὑπὲρ ἔννοιαν ὤφθη, τὰ τῶν θείων Μαρτύρων ἀνδραγαθήματα, ὁ Κτίστης γὰρ τῶν ὅλων, τὴν κτίσιν ὑποτάττει, τοὶς ἐν ἄθλοις κραυγάζουσιν, ὁ τῶν Πατέρων ἡμῶν, Θεος εὐλογτὸς εἶ.

Φληναφοῦντα ἐμφράττει, ἡ ἀοίδιμος Κόρη τυράννων στόματα, τερθρείαις παρανόμοις, ἐν πνεύματι Ἁγίω, θεϊκῶς ἀντιμέλπουσα, ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός εἶ.

Ἡ τριὰς τῶν Ὁσίων, τοὺς ἐκκαύσαντας πάλαι φλέγει τὴν κάμινον, νυνὶ δὲ ἡ θεόφρων, Τριάδα ἀνυμνοῦσα, ὑπηρέτας ἐζώγρησε, τὸν τῶν Πατέρων Θεόν, ὑμνοῦντας εἰς αἰῶνας.

Μυστικῶς ὁ νυμφίος, πρὸς τὴν πάναγνον νύμφην, ἐν τῇ καμίνω μολῶν, τοῦ Πνεύματος τὴ δρόσω, Πατρὸς εὐδοκία, διεσώσατο ψάλλουσαν, ὁ τῶν Πατέρων ἡμῶν, Θεός εὐλογητὸς εἶ.