ΤΗ ΙΔ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΣΕΠΤΕΜΒΡΙΟΥ
Ἡ παγκόσμιος Ὕψωσις τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ.
Τὴ ΙΔ' τοῦ αὐτοῦ μηνός, ἡ παγκόσμιος Ὕψωσις τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ.
Στίχοι
· Τὰς ἐν λάρυγγι Σῶτερ ὑψώσεις φέρει,
· Ὑψούμενον βλέπουσα τὸν Σταυρὸν κτίσις.
· Ὑψώθη δεκάτη, Σταυροῦ ξύλον, ἠδὲ τετάρτη.
Τὴ αὐτὴ ἡμέρα, Ἡ κοίμησις τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου, ἐν ταύτῃ γὰρ ἀνεπαύσατο, ἀλλὰ διὰ τήν Ἑορτὴν τοῦ τιμίου Σταυροῦ μετετέθη ἡ τούτου Ἑορτὴ εἰς τὸν Νοέμβριον μῆνα.
Καὶ μνήμη τῆς εὐσεβεστάτης Βασιλίσσης Πλακίλλης, συζύγου γενομένης τοῦ μεγάλου Βασιλέως Θεοδοσίου.
Στίχοι
· Φθαρτὸν λιποῦσα στέμμα γὴς ἡ Πλακίλλα,
· Ἐν οὐρανοῖς ἄφθαρτον εὕρηκε στέφος.
Τὴ αὐτὴ ἡμέρα, Μνήμη τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν, τῶν συνελθόντων ἐν τῇ Ἁγία καὶ Οἰκουμενικὴ Ἕκτη Συνόδω, ἐπὶ τῆς Βασιλείας Κωνσταντίνου τοῦ Πωγωνάτου, υἱοῦ Ἰουστινιανοῦ τοῦ δευτέρου, τοῦ καλουμένου Ῥινοτμήτου, Σεργίου τὴν Ἐκκλησίαν Κωνσταντινουπόλεως ἰθύνοντος, καὶ Ἀγάθωνος τῶν Ῥωμαίων, Ἠθροίσθη δὲ ἐν τῷ Τρούλλω τοῦ Παλατίου, τῶ λεγομένω, Ὠάτω, ἀναθέματι καθυποβαλοῦσα Σέργιον, καὶ Πύρρον, καὶ Πέτρον, καὶ Παῦλον, Ἐπισκόπους γενομένους Κωνσταντινουπόλεως, Mακρόβιόν τε τὸν Ἀντιοχείας, καὶ Κῦρον τὸν Aλεξανδρείας, καὶ Ὀνώριον τὸν Ῥώμης, Στέφανόν τε καὶ Πολυχρόνιον, καὶ τοὺς σὺν αὐτοῖς, Ἥτις ἁγία Σύνοδος ἐπὶ μὲν τοῦ δηλωθέντος Κωνσταντίνου τοῦ Πωγωνάτου συνηθροίσθη, ἡ δὲ τῶν Κανόνων ἔκδοσις ἐπὶ Ἰουστινιανοῦ τοῦ υἱοῦ αὐτοῦ γέγονε.
Τὴ αὐτὴ ἡμέρα, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Πάπα.
Στίχοι
· Ἡδεῖτο Πάπας πρὸς τὰ στίγματα στένειν,
· Βοηθὸν ἐγγὺς τὸν Θεὸν κεκτημένος.
Τὴ αὐτὴ ἡμέρα, ὁ Ἅγιος Μάρτυς Θεοκλῆς ξίφει τελειοῦται.
Στίχοι
· Πρὸς κλήσιν ἥκει καὶ Θεοκλῆς τὴν ἄνω,
· Ἔχων ὄχημα τὴν τομὴν τὴν ἐκ ξίφους.
Τὴ αὐτὴ ἡμέρα, ὁ ἅγιος Βαλεριανός, τὸ νήπιον, ξίφει τελειοῦται.
Στίχοι
· Βαλεριανῶ τῶ μικρῶ Θεὸς μέγας,
· Ἐν οὐρανῷ δέδωκε πάμμεγα στέφος.
Ὁ ἅγιος νέος ὁσιομάρτυς Μακάριος, ὁ ἐν Θεσσαλονίκῃ μαρτυρήσας κατὰ τὸ 1527, ὁ καὶ μαθητὴς χρηματίσας τοῦ Πατριάρχου Κωνσταντινουπόλεως Νήφωνος, ξίφει τελειοῦται.
Ταὶς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
...Τὸ εἰ δύνασαι πιστεῦσαι, πάντα δυνατὰ τῷ πιστεύοντι... Τοῦτο τὸ γένος ἐν οὐδενὶ δύναται ἐξελθεῖν εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ. Καὶ ἐκεῖθεν ἐξελθόντες παρεπορεύοντο διὰ τῆς Γαλιλαίας, καὶ οὐκ ἤθελεν ἵνα τις γνῷ· ἐδίδασκε γὰρ τοὺς μαθητὰς αὐτοῦ καὶ ἔλεγεν αὐτοῖς ὅτι ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἀνθρώπων, καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ ἀποκτανθεὶς τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται.
Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17
Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.