Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Σάββατο 5 Σεπτεμβρίου 2009

ΧΡΙΣΜΑ ΠΕΡΙΚΕΙΜΕΝΟΣ....ΖΑΧΑΡΙΑ ΩΣ ΑΓΓΕΛΟΣ.....

Χρίσμα περικείμενος, στολήν τε θείαν ἀοίδιμε, Ζαχαρία ὡς ἄγγελος, Θεῷ ἱεράτευσας, μεσιτεύων πλάστη, καὶ πλάσματι μάκαρ, καὶ τὰς δηλώσεις ἐναργῶς, τοῦ θείου Πνεύματος εἰσδεχόμενος, διὸ σε μακαρίζομεν, καὶ τὴν ἁγίαν σου σήμερον, ἐκτελοῦντες πανήγυριν, τὸν Σωτήρα δοξάζομεν.
Παιδίον ἑώρακας, ἀποτεχθὲν τῆς νεάνιδος, Ζαχαρία θεόπνευστε, Πατρὸς τὸν συνάναρχον, καὶ τῶ σῶ προδήλως, προλέγεις παιδίω, Προφήτης ἔση ἀληθῶς, τούτου τάς τρίβους ἑτοιμαζόμενος, μεθ' οὗ σὲ μακαρίζομεν, καὶ τὴν σεπτήν σου πανήγυριν, Ἱερῶς ἑορτάζομεν, θεοφόρε Πανόλβιε.
Ναὸς ζῶν καὶ ἔμψυχος, τοῦ θείου Πνευματος πέφυκας, καὶ ναοῦ μέσον ἔνδοξε, Θεῷ συγγινόμενος, καθαρὰ καρδία ἀδίκως ἐσφάγης, μαρτυρικῶς ἀποπληρῶν, τὸν θεῖον δρόμον σου Ἀξιάγαστε, διὸ πρὸς τὸν οὐράνιον, ναὸν ἀνῆλθες ἐν αἵματι, τῶ ἰδίω αἰτούμενος, ἱλασμὸν τοὶς τιμῶσι σε.
Ἱερωσύνης νομικῆς, ἐνδεδυμένος ὄντως στολήν, κατὰ τὴν τάξιν Ἀαρῶν ἐλειτούργησας, καὶ παρεστὼς ἐν τῷ ναῶ, ἀγγελικὴν μορφὴν ἐμφανῶς, ἐθεάσω παμμακάριστε, διό σου τὴν μετάστασιν ἅπαντες, μέλποντες χρεωστικῶς Ζαχαρία, ἄσμασιν εὐφημοῦμεν, σὲ τὸν μετὰ τὸ γῆρας ἐκβλαστήσαντα, Ἰωάννην τὸν ἔνδοξον, Πρέσβευε ὑπέρ ἡμῶν, τὸν ἐλεήμονα Θεόν, σωθῆναι ἡμᾶς.