Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Κυριακή 16 Αυγούστου 2009

ΙΑΤΡΕΥΕΙΝ ΠΑΘΗΜΑΤΑ, ΦΥΓΑΔΕΥΕΙΝ ΝΟΣΗΜΑΤΑ....

Ἰατρεύειν παθήματα, φυγαδεύειν νοσήματα, ἀπελαύνειν πνεύματα πονηρότατα, τὴ συνεργεῖα τοῦ Πνεύματος, παμμάκαρ ἠξίωσαι, ἀφανίσας ἀνδρικῶς, τὰ ἐκείνων σεβάσματα, ταὶς ἐνστάσεσι, τῆς ἀθλήσεως Μάρτυς στεφηφόρε, συμπολῖτα τῶν Ἀγγέλων, τῶν ἀθλοφόρων ὁμόσκηνε.

Τὸν ἀγῶνα ἠγώνισαι, καὶ τὸν δρόμον ἐτέλεσας, καὶ τὴν πίστιν ἔνδοξε συνετήρησας, καὶ πρὸς Θεὸν προσεχώρησας βραβεῖον τὰ θαύματα, παρ' αὐτοῦ ἀπολαβῶν, καὶ τῆς νίκης τὸν στέφανον, τὸν ἀμάραντον, ὡς ἀήττητος Μάρτυς ὡς τῆς ἄνω, βασιλείας κληρονόμος, ὑπὲρ τοῦ κόσμου δεόμενος.

Ἐν ὁδῷ μαρτυρίου σου, ὡς ἐν πλούτῳ τερπόμενος, Διομήδης Κύριε τὴ βουλήσει σου, αὐτοῦ τὸ πνεῦμα εἰς χείράς σου, Χριστὲ παραδέδωκεν, ἐκτμηθεὶς τὴν κεφαλήν, μετὰ τέλος μακάριον, καὶ γενόμενος, ὁδηγὸς ἀληθείας τοὶς ἀθέοις, πηρωθείσι παραδόξως, καὶ διὰ πίστεως βλέψασι.