Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Παρασκευή 7 Αυγούστου 2009

ΑΓΙΟΥ ΟΣΙΟΜΑΡΤΥΡΟΣ ΔΟΜΕΤΙΟΥ

ΤΗ Ζ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΑΥΓΟΥΣΤΟΥ

Μνήμη τοῦ Ἁγίου Ὁσιομάρτυρος Δομετίου.
Τὴ Ζ' τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Ὁσιομάρτυρος Δομετίου τοῦ Πέρσου.
Στίχοι
· Ὑπὲρ τὰ πάντα σοὶ συναθλεῖν ἐκ λίθων,
· Μύστας Πάτερ σούς, ἐξεπαίδευσας τάχα.
· Σὺν δυσὶν ἑβδομάτη Δομέτιος ἐλεύσθη μύσταις.

Ὁ ὅσιος Δομέτιος ὁ σημειοφόρος, ὁ ἐν τοῖς ὁρίοις τῆς τοῦ Φιλοθέου μονῆς ἀσκήσας, ἐν εἰρήνῃ τελειοῦται.

Μνήμη τοῦ ὁσίου καὶ θεοφόρου πατρὸς ἡμῶν Νικάνορος τοῦ θαυματουργοῦ, τοῦ ἐν τῷ τοῦ Καλλιστράτου ὄρει ἀναλάμψαντος.

Τὴ αὐτὴ ἡμέρα, ὁ Ὅσιος, Ὤρ ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι
· Ἐκ γῆς ἀπελθῶν, Ὤρ ἐμὸς λέγει.
· Χάρις, Ὑπὲρ τὸν Ὤρ πέφυκε τὸν σόν, ὧ Νόμε.

Τὴ αὐτὴ ἡμέρα, οἱ Ὅσιοι μύριοι Ἀσκηταὶ οἱ θηβαῖοι ἐν εἰρήνῃ τελειοῦνται.
Στίχοι
· Γὴς ἐξελαύνεις, εἰς τὸ Δαυϊδ χρὴ λέγειν,
· Τὸ μυριοπλάσιον ἅρμα σου Λόγε.

Τὴ αὐτὴ ἡμέρα, ἡ Ὁσία Ποταμία ἡ θαυματουργὸς ξίφει τελειοῦται.
Στίχοι
· Ὑπὲρ Χριστοῦ κτανθεῖσα θαυμαστὴ ξίφει,
· Χέει ποταμοὺς θαῦμα των Ποταμία.

Τὴ αὐτὴ ἡμέρα, ὁ Ἅγιος Νάρκισσος, Ἀρχιεπίσκοπος Ἱεροσολύμων, ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι
· Ἡδὺ πνέων, Νάρκισσε, ναρκίσσου πλέον,
· Εὐωδιάζεις τῆς Ἐδὲμ τὸ χωρίον.

Τὴ αὐτὴ ἡμέρα, ὁ Ὅσιος Ἀστέριος ὁ θαυματουργὸς ξίφει τελειοῦται.
Στίχοι
· Τράχηλον Ἀστέριος ἐκκοπεὶς ξίφει,
· Χοροὶς ἀθλητῶν, οἷον ἀστὴρ ἐμπρέπει.

Τὴ αὐτὴ ἡμέρα, ὁ Ἅγιος Σώζων, ὁ ἐκ Νικομηδείας, εἰς πὺρ βληθείς, καὶ ἀβλαβὴς ἐξελθῶν, ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι
· Ὑπῆρχεν ἄλλη σαλαμάνδρα πρὸς φλόγα,
· Σώζων ὁ Μάρτυς, οὗ τέλος πυρὸς δίχα.

Τὴ αὐτὴ ἡμέρα, ὁ Ἅγιος Ὑπερέχιος ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι
· Ὑπερέχιος, κὰν τάφω κατεκρύβη,
· Πέφυκεν ἴσος Τοῖς χοροῖς τῶν Ἀγγέλων.

Ταὶς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.