Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Κυριακή 5 Ιουλίου 2009

ΠΟΙΩΝ ΕΥΦΗΜΙΩΝ ΕΠΑΙΝΟΝ, ΠΡΟΣΕΝΕΓΚΩΜΕΝ ΑΘΑΝΑΣΙΩ....

Ποίων εὐφημιῶν ἔπαινον, προσενέγκωμεν Ἀθανασίω; τῶ πεποικιλμένω ταὶς πράξεσι, καὶ εὐθηνουμένω ταὶς χάρισιν, τῆς θεολαμποὺς φωτοχυσίας, τῶ ξίφει, τῶ διατέμνοντι παθῶν τὰς ὁρμᾷς, τῶ στύλω, τῶ θεωρία ἀπαστράπτοντι, τῆς ἐγκρατείας τῶ λύχνω, τῶ ἐν τῇ λυχνία αὐγάζοντι τῆς ψυχῆς, Θεοῦ τὰ προστάγματα, τοῦ πᾶσι ζωὴν παρέχοντος.

Ποίοις οἱ εὐτελεῖς στέμμασιν, Ἀθανάσιον στέψωμεν λόγων, τὸν αἰθεροδρόμον Ἱέρακα, τὸν οὐρανοφοίτως αἰρόμενον, τῶν θεωριῶν πτέρυξι θείαις, τὸν πύργον, τῆς ταπεινώσεως τὸν ἄρρηκτον, τὸ τεῖχος, τῆς διακρίσεως τὸ ἄσειστον, τῆς τῶν ἠθῶν εὐκοσμίας, τὴν σεμνὴν εὐπρέπειαν τὸν ὑπὲρ τῶν τέκνων αὐτοῦ, Χριστὸν τὸν Θεόν, ἐκδυσωποῦντα τὸν μόνον εὔσπλαγχον.

Ὄρθρος ἀειφανὴς Ὅσιε, ἀνεδείχθης πυρσῶ χαρισμάτων, τοὺς παθῶν ἀχλὺϊ τυφλώττοντας, ἕλκων πρὸς αὐγὴν τὴν ἀνέσπερον, Πάτερ Ἀθανάσιε θεόφρον, διὸ πέρ, ὡς ἐπαυξήσαντα, τὸ τάλαντον, ψυχῶν σε, θεραπευτὴν Χριστὸς ἀνέδειξε τῶν ἀνιάτων μωλώπων, σηπεδόνας ξίφει, τῶ τῶν λόγων τέμνοντα, καὶ ῥῶσιν σωτήριον, παρέχοντα τοὶς προσιούσί σοί.