
ΤΗ ΙΒ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΙΟΥΝΙΟΥ
Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ὀνουφρίου.
Τὴ ΙΒ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ὀνουφρίου τοῦ Αἰγυπτίου.
Στίχοι
· Καὶ τὴν ἑνὸς χιτῶνος ἐντολήν, Πάτερ,
· Ὑπερβέβηκας, γυμνητεύσας εἷς τέλος.
· Δωδεκάκη ἀχίτωνα Ὀνούφριον ἐκ βίου ἤραν.
Τὴ αὐτὴ ἡμέρα, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Πέτρου τοῦ ἐν τῷ Ἄθω.
Στίχοι
· Καὶ σοὶ προτείνει δεξιὰν Χριστός, Πέτρε,
· Σωθέντι γυμνῶ ἐκ θαλάσσης τοῦ βίου.
Τὴ αὐτὴ ἡμέρα, Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀντωνίνης.
Τὴ αὐτὴ ἡμέρα, Μνήμη τοῦ Ἁγίου Ἰωάννου τοῦ Στρατιώτου, καὶ τῶν Ὁσίων Ζήνωνος καὶ Τριφυλλίου Ἐπισκόπου, καὶ τοῦ Ὁσίου Ἰουλιανοῦ τοῦ ἐν τοῖς Δαγάτου (ἢ Δαγάζου).
Ταὶς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.