Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Τετάρτη 24 Ιουνίου 2009

ΤΟΝ ΕΝ ΠΡΟΦΗΤΑΙΣ ΟΡΟΝ, ΚΑΙ ΑΡΧΗΝ ΑΠΟΣΤΟΛΩΝ....

Τὸν ἐν Προφήταις ὅρον, καὶ ἀρχὴν Ἀποστόλων, τὸν ἐπίγειον ἄγγελον, καὶ οὐράνιον ἄνθρωπον, τὴν φωνὴν τοῦ Λόγου, τὸν στρατιώτην καὶ Πρόδρομον Χριστοῦ, τόν ἐξ ἐπαγγελίας προσκιρτήσαντα, καὶ προκηρύξαντα Πρὸ τόκου τὸν ἥλιον τῆς δικαιοσυνης, σήμερον ἡ Ἐλισάβετ τίκτει καὶ χαίρει, καὶ θαυμάζεται Ζαχαρίας παρὰ τῆς γερουσίας, τὴν σιωπὴν ὡς κλοιὸν ὑποθέμενος, καὶ ὡς γεννήτωρ τῆς φωνῆς προφητεύει σαφέστατα, Σὺ γάρ, παιδίον, Προφήτης Ὑψίστου κληθήση, καὶ προπορεύση ὁδούς ἑτοιμᾶσαι αὐτῷ, Διὸ Ἄγγελε, Προφήτα, Ἀπόστολε, Στρατιώτα, Πρόδρομε, Βαπτιστά, καὶ Κῆρυξ τῆς μετανοίας, καὶ ὁδηγὲ τοῦ φωτός, ὡς φωνὴ τοῦ Λόγου, ἀπαύστως πρέσβευε ὑπὲρ ἡμῶν, τῶν πιστῶς σου τελούντων τὸ μνημόσυνον.