
Ὑπῆλθες τὸν Χριστοῦ ζυγόν, Ὀνούφριε, ἐρήμοις ἀβάτοις σὺ καταμόνας, ὁμιλεῖν ἐπιποθῶν αὐτῷ, καὶ τοῦ κάλλους τρυφᾶν, δόξης τῆς θείας αὐτοῦ.
Φωτίσας σεαυτὸν φωτὶ τῆς γνώσεως, καὶ γνόφον σκεδάσας τῶν παθημάτων, ἐν πλαξὶ ταὶς τῆς καρδίας σου, ἀπαθείας τὸν νόμον Πάτερ εἴληφας.