Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Πέμπτη 7 Μαΐου 2009

...... ΡΗΣΕΙΣ, ΜΥΡΟΦΟΡΩΝ ΓΥΝΑΙΚΩΝ, ΤΑΣ ΕΚ ΤΩΝ ΝΕΚΡΩΝ....

Ὅτε, ἐξανέστης ὡς Θεός, τότε χαίρειν δέδωκας Λόγε ταὶς Μυροφόροις εἰπών, Οὔπω ἀναβέβηκα πρὸς τὸν Πατέρα μου, καὶ λοιπὸν μή μου ἅπτεσθε, πορεύεσθε μόνον, εἴπατε τοὶς Φίλοις μου, ἰδοὺ προάγει ὑμᾶς, Ὅθεν, μετὰ ταῦτα ὠράθης, καὶ δι' ἐμφυσήματος τούτοις, δέδωκας Σωτὴρ Πνεῦμα τὸ ἅγιον.
Εὐδόκησας κύριε τὴν γήν σου...
Ῥήσεις, Μυροφόρων γυναικῶν, τὰς ἐκ τῶν νεκρῶν κηρυττούσας, Χριστοῦ Ἀνάστασιν, Μύσται μὴ πιστεύσαντες, ἔσπευσαν μνῆμα ἰδεῖν, καὶ σινδὼν καὶ σουδάριον, Ὁρᾶται τῶ τάφω, ὁ δ' αὐτὸς ζητούμενος, οὐχὶ τεθέαται, Ὅθεν, τὴν Ἀνάστασιν γνόντες, κήρυκες Ὁρῶνται ἐν κόσμῳ ταύτην καὶ τοὶς ἔθνεσι μηνύοντες.
Ἔλεος καὶ ἀλήθεια συνήντησαν...
Ὤφθη, φῶς ἀπρόσιτον ἡμῖν, λάμπων ἀπὸ τάφου ὡραῖος, Χριστὸς ὁ Κύριος, Ἅδης ἠχμαλώτισται, Σατὰν ἠφάνισται, χαίρει κόσμου τὰ πέρατα, χορεύει ἡ κτίσις, μέλπει ἑορτάζουσα, ἡ Ἐκκλησία Χριστοῦ, μνήμην Ἰωσὴφ τοῦ πανσόφου, καὶ τῶν Μυροφόρων σὺν τούτω, γυναικῶν γεραίρει τὴν πανήγυριν.
Τὶ τὰ μύρα τοὶς δάκρυσι Μαθήτριαι κιρνᾶτε; ὁ λίθος κεκύλισται, ὁ τάφος κεκένωται, ἴδετε τὴν φθορὰν τὴ ζωὴ πατηθεῖσαν, τὰς σφραγῖδας μαρτυρούσας τηλαυγῶς, ὑπνοῦντας δεινῶς τοὺς φύλακας τῶν ἀπειθῶν, τὸ θνητὸν σέσωσται σαρκὶ Θεοῦ, ὁ Ἅδης θρηνεῖ δραμοῦσαι χαρά, εἴπατε τοὶς Ἀποστόλοις, ὁ νεκρώσας Χριστὸς τόν θάνατον, πρωτότοκος ἐκ νεκρῶν, ὑμᾶς προάγει εἰς τὴν Γαλιλαίαν.