Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Τρίτη 19 Μαΐου 2009

ΙΕΡΩΤΑΤΕ ΜΕΝΑΝΔΡΕ.....

Θεία, τετρακτὺς Ἱεραρχῶν, δέδεικται πληθὺς ὥσπερ στύλων, ἀμεταθέτων Χριστοῦ, ὧν τὴ ἑδραιότητι, Σοφία οἶκτον ὑψοῖ, τῶν δογμάτων τὰ θύματα, προτίθησι πάσιν, οἶνον τὸν εὐφρόσυνον, κιρνὰ κρατήρι σεπτῶ, νέμει τὴν τροφὴν καὶ τὴν χάριν, τοὶς πιστῶς τελοῦσι τὴν μνήμην, τῶν Ἱεραρχῶν καὶ ἀθλοφόρων Χριστοῦ.
Μύσται, καὶ θεράποντες Χριστοῦ, καὶ Ἱερομάρτυρες θεῖοι, κόσμον φρουρήσατε, μέγιστε Πατρίκιε, σὺν Ἀκακίω ὁμοῦ, ἱερώτατε Μένανδρε, Πολύαινε μάκαρ, στῖφος ἰσοστάσιον, τῶν τετραμόρφων νοῶν, θείαν, ὡς τελοῦντες χορείαν, καὶ Θεοῦ παρόντες τῶ θρόνω, συντηρεῖτε πίστει τοὺς τιμῶντας ὑμᾶς.
Ὄντως, ὧ Πατρίκιε ποθῶν, ἐπὶ θαλασσῶν τὸν ἀφράστως, θεμελιώσαντα γήν, καὶ τὸν ποταμοὶς αὐτὴν προετοιμάσαντα, σοῦ τοὶς θείοις προσρήμασι, διδάσκεις ὑδάτων, τῶν θερμῶν μυστήριον, τὸ ὑπερθαύμαστον, οὗπερ, προχοαὶς νὺν ἐνθέοις, δίδου καὶ ἡμῖν σαὶς πρεσβείαις, ἰαμάτων ἄνωθεν τὰ νάματα.