Ὁ ἐκτεῖνας οὐρανὸν ὡσεὶ δέρριν ἐξέτεινας, τὰς παλάμας, ἐν Σταυρῷ Ἰησοῦ ὑπεράγαθε, διὸ ἱκετεύω σε, κατατεινόμενον ἐχθροῦ με, ταὶς ἐπηρείαις οἰκτείρησον.
Ἀφύπνωσας, ἐν Σταυρῷ Ἰησοῦ ὑπεράγαθε, ἐγρήγορσιν, σωτηρίας ἡμῖν παρεχόμενος, τοὶς κειμένοις Κύριε, ἐν κατωτάτῳ ἀπωλείας, ὅθεν σὲ πίστει δοξάζομεν.
Τοῦ Πάθους σου, τὴν ἡμέραν ἰδεῖν καταξίωσον, τοὺς δούλους σου, φωτισθέντας καρδίας φαιδρότητι, καὶ τὴν ζωηφόρον σου, Σωτὴρ Ἀνάστασιν ὑμνοῦντας, τὸ κράτος τῆς Βασιλείας σου.
Ἤμβλυνας τοῦ πονηροῦ Σῶτερ τὰ κέντρα, καθηλούμενος ἤλοις ἐν ξύλῳ, ἀκανθὼν διάδημα, ἀνεδύσω χλευαστικῶς, ἐκριζῶν τῆς παραβάσεως τὴν ἄκανθαν, διὸ ἀνυμνούντές σοὶ κραυγάζομεν. Εὐλογείτω ἡ Κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω εἰς πάντας τοὺς αἰῶνας.
Ἥπλωσας ἐπὶ Σταυροῦ Χριστὲ παλάμας, τὸ ἀνθρώπινον ἐπισυνάγων, πρὸς τὴν σὴν ἐπίγνωσιν, καὶ τὴ λόγχη τὴν σὴν Πλευράν, κεντηθῆναι κατεδέξω, ἀναβλύσας ἡμῖν, πηγὴν φωτισμοῦ τοὶς ἀναμέλπουσιν. Εὐλογείτω ἡ Κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω εἰς πάντας τοὺς αἰῶνας.
Ῥείθροις εὐσπλαγχνίας σου Οἰκτίρμον, ἀποκάθαρόν μου τὴν καρδίαν, ἁμαρτίας δήγματι, σπιλωθεῖσαν καὶ ποταμούς, κατανύξεως πηγάζειν μὲ ἀξίωσον, Χριστὲ Ἰησοῦ, ἵνα κραυγάζω σοί. Εὐλογείτω ἡ Κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω εἰς πάντας τοὺς αἰῶνας.
Σταυροῦται ὁ Χριστός, καὶ ζωούμενος ἐγὼ συμψάλλω τοὶς Παισίν. Εὐλογεῖτε, τὰ ἔργα Κυρίου τὸν Κύριον.
Ὁ κόσμος ἐκ φθορᾶς, τὴ σταυρώσει σου ῥυσθείς, συμψάλλει τοὶς Παισίν. Εὐλογεῖτε, τὰ ἔργα Κυρίου τὸν Κύριον.
Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ Ἅγιον Πνεῦμα
Τριὰς ἰσοκλεής, Ὁμοούσιε Μονάς, ὁ Πατήρ, καὶ ὁ Υἱός, καὶ τὸ Πνεῦμα, σώσόν με τὸν πίστει ὑμνούντά σε.
Τῶν Παίδων τὴν ὠδήν, ἐκμιμούμενος βοῶ, συμψάλλων τοὶς Παισίν. Εὐλογεῖτε, τὰ ἔργα Κυρίου τὸν Κύριον
Εἶδεν Ἡλιοῦ τὸν Κύριον, ἐν λεπτοτάτῃ αὔρα, λεπτύνας πρότερον, σάρκα προσευχῶν, καὶ νηστειῶν ἐπιδόσεσιν, ὃν ζηλοῦσα ψυχή μου ἀπόρριψον, τῶν ἡδονῶν τὸ πάχος, ὅπως θεάση τὸν ποθούμενον.
Ξύλω ἀνυψώσας πρότερον, ὁ Μωϋσῆς τὸν ὄφιν, Σῶτερ ἐτύπου σου τὴν ἀνύψωσιν, τὴν ἐν Σταυρῷ ὑπεράγαθε, ἰοβόλου κακίας τοῦ ὄφεως, δι' οὗ ἀπελυτρώσω, πάντα τὰ ἔθνη προσκυνούντά σε.
Τάφω ῥαθυμίας κείμενος, ἐπιβαροῦντα ἔχων, λίθον πωρώσεως, τὸν ἀείζωον μὴ συνιῶν Σῶτερ λόγον σου, καὶ τοῦ φόβου σου μὴ αἰσθανόμενος, οἰκτείρησόν με σῶσον, τῶ σῶ ἐλέει πολυέλεε.
Σταυροῦσαι καὶ σώζεις με, καὶ θνήσκεις καὶ ζωοὶς ἐμέ, ὧ εὐσπλαγχνίας! ὧ φιλανθρωπίας σου! τὶς εἶδε, τὶς ἤκουσε, Δεσπότην ὑπὲρ δούλων ἑλόντα θάνατον Ὁρατόν; ἀλλὰ δόξα τὴ ἀρρήτω, ἀγαθότητί σου Κύριε.
Ὁ ἥλιος ἔδυσε, σταυρούμενον ὡς εἴδέ σε, πῶς γὰρ μὴ ἔδυ, τὴν ὕβριν αἰσθόμενος, τοῦ Δημιουργοῦ αὐτοῦ, ὡς καὶ ἡ κτίσις πᾶσα, συγκλονουμένη τοὶς σταυρωταίς, σιωπῶσα ἀνεβόα. Ὅτι σὺ Θεὸς ὑπάρχεις παντός.
Δόξα...
Μόνου Μονογεννῆτορ, μονογενοῦς Υἱοῦ Πατὴρ καὶ μόνε μόνου, φῶς φωτὸς ἀπαύγασμα, καὶ μόνον μόνως μόνου, Θεοῦ ἅγιον Πνεῦμα, Κυρίου Κύριον ὄντως ὅν, ὧ Τριάς μονὰς ἁγία, σώσόν με θεολογούντά σε.
Ἀσπόρου συλλήψεως, ὁ τόκος ἀνερμήνευτος, Μητρὸς ἀνάνδρου, ἄφθορος ἡ κύησις, Θεοῦ γὰρ ἡ γέννησις, καινοποιεῖ τὰς φύσεις, διὸ σὲ πᾶσαι αἱ γενεαί, ὡς Θεόνυμφον Μητέρα, ὀρθοδόξως μεγαλύνομεν
...Τὸ εἰ δύνασαι πιστεῦσαι, πάντα δυνατὰ τῷ πιστεύοντι... Τοῦτο τὸ γένος ἐν οὐδενὶ δύναται ἐξελθεῖν εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ. Καὶ ἐκεῖθεν ἐξελθόντες παρεπορεύοντο διὰ τῆς Γαλιλαίας, καὶ οὐκ ἤθελεν ἵνα τις γνῷ· ἐδίδασκε γὰρ τοὺς μαθητὰς αὐτοῦ καὶ ἔλεγεν αὐτοῖς ὅτι ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἀνθρώπων, καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ ἀποκτανθεὶς τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται.
Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17
Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.