Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Πέμπτη 23 Απριλίου 2009

ΔΕΥΤΕ ΦΙΛΟΜΑΡΤΥΡΕΣ, ΑΣΜΑΤΙΚΗΝ ΥΜΝΩΔΙΑΝ....

Ὁ λαμπρὸς ἀριστεὺς Γεώργιος, ἐν τῇ ἐνδόξω ἀθλήσει αὐτοῦ, τὰς ἄνω Δυνάμεις εὐφραίνει, καὶ σὺν αὐταῖς ἀγαλλόμενος νύν, ἐπίγειον τοὶς πιστοὶς πανήγυριν ἤγειρε, καὶ συνεορτάζειν ἡμῖν τοὶς δι' αὐτὸν ἤθροισμένοις, ὡς Χριστοῦ δοῦλος παραγέγονε, Διόπερ αὐτὸν ἀξίως τιμήσωμεν, ἀπαύστως πρεσβεύοντα τῶ τῶν ὅλων Θεῷ, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.
Ἀριστείαις ἄθλων γεωργῶν τὰ κρείττονα, τοὺς πόνους τῶν καρπῶν σου, τῶ Χριστῷ προσήνεγκας, παμμακάριστε Μάρτυς Γεώργιε, πίστει πόθον ἐνστησάμενος, ἐλπίδι φόβον ἀπωσάμενος, ἀγάπη ἐκτήσω τὰ οὐράνια πανεύφημε, Παρρησίαν οὖν ἔχων, εὐπροσδέκτοις δεήσεσιν, αἴτησαι ταὶς ψυχαὶς ἡμῶν τὴν εἰρήνην, ἱλασμόν τε ἁμαρτιῶν, καὶ τὸ μέγα ἔλεος.
Τοῦ μεγάλου Βασιλέως στρατιώτα Γεώργιε, χαῖρε καὶ εὐφραίνου, Θεῷ γὰρ εὐηρέστησας, πάντων καταφρονήσας, ζωὴν τὴν αἰώνιον εὗρες ἐν οὐρανοῖς, τὸ γὰρ σώμά σου πᾶσαν νόσον ἐξ ἀνθρώπων ἀπελαύνει, Χριστὸς γὰρ ὃν ἐπόθησας, αὐτὸς σὲ δοξάζει μακάριε.
Δεῦτε φιλομάρτυρες, ἀσματικὴν ὑμνωδίαν, τῶ ἀναστάντι ἐκ τάφου Χριστῷ προσάξωμεν, Σήμερον γὰρ ἔαρ νοητὸν ἀνέτειλεν ἡμῖν, περκάζον ἄνθη τὰ λογικά, ἡ παγκόσμιος μνήμη Γεωργίου τοῦ σοφοῦ Μεγαλομάρτυρος, οὗ τινος τὰ στίγματα ἀνανεοῦντες, κομιζόμεθα ἰαμάτων πηγάς, Αὐτὸν καὶ νὺν ἱκετεύσωμεν, τοῦ πρεσβεύειν ἀπαύστως τῶ Σωτήρι Χριστῷ, εἰρήνην τὴ οἰκουμένη δωρήσασθαι, καὶ ταὶς ψυχαὶς ἡμῶν τὸ μέγα ἔλεος.
Πάντα τὰ ἔθνη κροτήσατε χείρας, ἀλαλάξωμεν τῶ Θεῷ τῶ Σωτήρι ἡμῶν, ὅτι ἐν ξύλῳ ὑψωθείς, καὶ ἐν τάφῳ κατελθῶν, τὸν Ἅδην ἐσκύλευσε, καὶ νεκροὺς συνήγειρε, βοῶντας αὐτῷ, Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα Χριστῷ τῶ ἀναστάντι.
Στέφανον δόξης ἐπὶ κεφαλῆς σου ἀνεδήσω, στεφανηφόρε Γεώργιε, τὸν γὰρ ἀόρατον ἐχθρόν, ὡς ὁ Παῦλος ἐκβοᾷ, ὁρῶν ἐκαρτέρησας, νικητὴς γενόμενος τῆς πλάνης αὐτοῦ, Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα Χριστῷ τῶ ἀναστάντι.
Ἄσμα ἀσμάτων χορεύοντες ἅμα, προσενέγκωμεν τῶ Χριστῷ φιλομάρτυρες, ὅτι τὸν τύραννον ἐχθρόν, ὁ γενναῖος Ἀθλητής, πτερνίσας κατέβαλε, διὸ πάντες ἄσωμεν ἀπαύστοις φωναὶς Δόξα Σῶτερ τὴ φρικτή σου ἀναστάσει, δι' ἦς ἔσωσας τὸν κόσμον.