Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Σάββατο 11 Απριλίου 2009

ΜΑΡΘΑ ΤΗ ΜΑΡΙΑ ΕΒΟΑ, Ο ΔΙΔΑΣΚΑΛΟΣ....

Ἀνάστασις καὶ ζωὴ τῶν ἀνθρώπων, ὑπάρχων Χριστέ, ἐν τῷ μνήματι Λαζάρου ἐπέστης, πιστούμενος ἡμῖν τὰς δύο οὐσίας σου μακρόθυμε, ὅτι Θεὸς καὶ ἄνθρωπος, ἐξ ἁγνῆς Παρθένου παραγέγονας, ὡς μὲν γὰρ βροτός, ἐπερώτας, ποῦ τέθαπται; ὡς δὲ Θεὸς ἀνέστησας, ζωηφόρω νεύματι, τὸν τετραήμερον.
Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ...
Λάζαρον τεθνεῶτα, τετραήμερον ἀνέστησας ἐξ Ἄδου Χριστέ, πρὸ τοῦ σοῦ θανάτου, διασείσας τοῦ θανάτου τὸ κράτος, καὶ δι' ἑνὸς προσφιλοὺς τὴν πάντων ἀνθρώπων προμηνύων, ἐκ φθορᾶς ἐλευθερίαν, διὸ προσκυνούντές σου, τὴν παντοδύναμον ἐξουσίαν, βοῶμεν, Εὐλογημένος εἶ Σωτήρ, ἐλέησον ἡμᾶς.
Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ...
Μάρθα καὶ Μαρία, τῶ Σωτήρι ἔλεγον, Εἶ ἢς ὧδε Κύριε, οὐκ ἂν τέθνηκε Λάζαρος, Χριστὸς δὲ ἡ ἀνάστασις τῶν κεκοιμημένων, τὸν ἤδη τετραήμερον, ἐκ νεκρῶν ἀνέστησε, Δεῦτε πάντες οἱ πιστοὶ τοῦτον προσκυνήσωμεν, τὸν ἐρχόμενον ἐν δόξῃ, σῶσαι τὰς ψυχὰς ἡμῶν.
Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος...
Τῆς θεότητός σου Χριστέ, παρέχων τοὶς Μαθηταῖς σου τὰ σύμβολα, ἐν τοῖς ὄχλοις ἐταπείνους σεαυτὸν ἀποκρύψαι ταύτην βουλόμενος, διὸ τοὶς Ἀποστόλοις, ὡς προγνώστης καὶ Θεός, τοῦ Λαζάρου τὸν θάνατον προηγόρευσας, ἐν Βηθανίᾳ δὲ παρὼν τοὶς λαοίς, τοῦ φίλου σου τὸν τάφον ἀγνοῶν, μαθεῖν ἐζήτεις ὡς ἄνθρωπος, ἀλλ' ὁ διὰ σοῦ τετραήμερος ἀναστάς, τὸ θείόν σουκράτος ἐδήλωσε, Παντοδύναμε Κύριε δόξα σοί.
Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῶ...
Τεταρταῖον ἥγειρας τὸν φίλον σου Χριστέ, καὶ τὸν τῆς Μάρθας καὶ Μαρίας θρῆνον ἔπαυσας, ὑποδεικνύων τοὶς πάσιν, ὅτι αὐτὸς εἶ ὁ τὰ πάντα πληρῶν, θεϊκὴ δυναστεία, αὐτεξουσίω θελήματι, ὧ τὰ Χερουβὶμ βοᾷ ἀπαύστως. Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος εἶ ὁ ἐπὶ πάντων Θεός, δόξα σοί.
Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις...
Μάρθα τὴ Μαρία ἐβόα, ὁ Διδάσκαλος πάρεστι, καὶ φωνεῖ σε, πρόσελθε, Ἡ δὲ δρομαία ἐλθοῦσα, ὅπου ἣν ἐστῶς ὁ Κύριος, ἰδοῦσα ἀνεβόησε, πεσοῦσα προσεκύνησε, καὶ τοὺς ἀχράντους πόδας σου, καταφιλοῦσα ἔλεγε, Κύριε, εἰ ἢς ὧδε, οὐκ ἂν ἀπέθανεν ἡμῶν ὁ ἀδελφός.
Ἀνάστηθι, Κύριε ὁ Θεός μου, ὑψωθήτωη χείρ σου, μὴ ἐπιλάθη τῶν πενήτων σου εἰς τέλος.
Λάζαρον τεθνεῶτα, ἐν Βηθανίᾳ ἥγειρας τετραήμερον, μόνον γὰρ ὡς ἐπέστης τῶ μνήματι, ἡ φωνὴ ζωὴ τῶ τεθνεώτι γέγονε, καὶ στενάξας ὁ Ἅδης, ἀπέλυσε φόβω, Μέγα τὸ θαῦμα! Πολυέλεε Κύριε δόξα σοί.
Ἐξομολογήσομαί σοί, Κύριε ἐν ὅλη καρδία μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου.
Καθὼς εἴπας Κύριε τὴ Μάρθα, Ἐγὼ εἰμι ἡ ἀνάστασις, ἔργω τὸν λόγον ἐπλήρωσας, ἐξ Ἄδου καλέσας τὸν Λάζαρον, καμὲ φιλάνθρωπε, νεκρὸν τοὶς πάθεσιν, ὡς συμπαθής ἐξανάστησον, δέομαι.
Μέγα καὶ παράδοξον θαῦμα, τετέλεσται σήμερον! ὅτι νεκρὸν τεταρταῖον, ἐκ τάφου Χριστὸς φωνήσας ἤγειρε, καὶ φίλον ἐκάλεσε, δοξολογήσωμεν αὐτόν, ὡς ὑπερένδοξον, ὡς ταὶς πρεσβείαις, τοῦ δικαίου Λαζάρου, σώση τὰς ψυχὰς ἡμῶν.