Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Τετάρτη 15 Απριλίου 2009

... ΣΥΝΤΕΛΕΙΑΣ Ο ΚΑΙΡΟΣ, ΕΠΙΣΤΡΕΨΩΜΕΝ ΛΟΙΠΟΝ, ΧΡΙΣΤΟΣ ΔΙΔΑΣΚΕΙ.....

Στειρωθέντα μου τὸν νοῦν, καρποφόρον ὁ Θεός, ἀνάδειξόν με, γεωργὲ τῶν καλῶν, φυτουργὲ τῶν ἀγαθῶν, τὴ εὐσπλαγχνία σου.
Συντελείας ὁ καιρός, ἐπιστρέψωμεν λοιπόν, Χριστὸς διδάσκει, ἤξει γὰρ ἐν ῥιπῇ, ἤξει καὶ οὐ χρονιεῖ, κρίναι τὸν Κόσμον αὐτοῦ.
Τὸ ἀθρόον τῆς αὐτοῦ, παρουσίας ὁ Χριστός, δηλῶν εἰρήκει, τὴν τοῦ Νῶε ποτέ, ἀπροσδόκητον φθοράν, ἐπενεχθεῖσαν τὴ γῆ.
Ἠνεώχθη ὁ νυμφών, εὐτρεπίσθη σὺν αὐτῷ, ὁ θεῖος γάμος, ὁ Νυμφίος ἐγγύς, προσκαλούμενος ἡμᾶς, ἑτοιμασθῶμεν λοιπόν.
Ἡ τοῦ Σίμωνος σκηνή, τὸν ἀχώρητον παντί, ἐχώρησέ σε, Ἰησοῦ Βασιλεῦ, καὶ Γυνὴ ἁμαρτωλός, μύρω σὲ ἤλειψεν.
Εὐωδίας μυστικῆς, πληρουμένη ἡ Γυνή, τῆς πρὶν ἐρρύσθη, δυσωδίας Σωτήρ, τῶν πολλῶν ἁμαρτιῶν, μύρον γὰρ βρύεις ζωῆς.
Ἐπουράνιος τροφή, τῶν πεινώντων ἡ ζωή, αὐτὸς ὑπάρχων, εἱστιάθης Χριστέ, τοὶς ἀνθρώποις προδεικνύς, σὴν συγκατάβασιν.
Ὁ ἀγνώμων μαθητής, ἀθετήσας σὲ Χριστέ, τὴν σπείραν ὅλην, τῶν ἀνόμων λαβών, συνεκίνει κατὰ σοῦ, εἰς προδοσίαν τραπείς.