Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Σάββατο 11 Απριλίου 2009

.... ΤΟΝ ΧΟΥΝ ΣΥΝΑΨΑΣ ΠΝΕΥΜΑΤΙ..... Ω ΙΟΥΔΑΙΩΝ ΑΝΟΙΑ....

Πρόσεχε, οὐρανὲ καὶ λαλήσω, καὶ ἀνυμνήσω Χριστόν, τὸν Σωτήρα τοῦ Κόσμου, τὸν μόνον φιλάνθρωπον.
Δόξα σοί, τῶ φωνήσαντι μόνον, καὶ ἐκ τοῦ τάφου, νεκρὸν τεταρταῖον, τὸν φίλον ἐγείραντι Λάζαρον.
Ἤκουσε, τῆς φωνῆς σου ὁ ἄπνους, καὶ ψυχωθεὶς ἐκ νεκρῶν, ἐξανέστη εὐθέως, δοξάζων σὲ Κύριε.
Πρόσταγμα, ζωηφόρου φωνῆς σου, δεξάμενος ὀδωδῶς, ἐξηγέρθη τοῦ τάφου, Σωτήρ μου ὁ Λάζαρος.
Ἐδάκρυσας, ἐπὶ φίλω Σωτήρ μου, πιστούμενος τοῦτον τὴν ἡμῶν, ὡς ἐφόρεσας φύσιν, καὶ ἀνέστησας.
Ἐτρόμαξεν, ὡς κατεῖδεν ὁ Ἅδης, παλινδρομοῦντα εὐθύς, τὸν δεδεμένον κειρίαις, φωνὴ πρὸς τὴν ὧδε ζωήν.
Ἐξέστησαν, τῶν Ἑβραίων οἱ δῆμοι, ὅτε φωνήσας Σωτήρ, ἐξανέστησας λόγῳ, ὀδωδότα τὸν Λάζαρον.
Ἐσείσθησαν, τὰ ταμεῖα τοῦ Ἄδου, ὡς ἐψυχοῦτο εὐθύς, κάτω Λάζαρος, τότε τὴ φωνή, τοῦ ζωώσαντος.
Λίθον, ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγεννήθη εἰς κεφαλὴν γωνίας, αὐτὸς ἐστιν ἡ πέτρα, ἐν ἢ ἐστερέωσε, τὴν Ἐκκλησίαν ὁ Χριστός, ἣν ἐξ ἐθνῶν ἐξηγοράσατο.
Θαῦμα, ξένον καὶ παράδοξον! πῶς ὁ Κτίστης πάντων, ὅπερ οὐκ ἠγνόει, ὡς ἀγνοῶν ἠρώτα. Ποῦ κεῖται ὃν θρηνεῖτε; ποῦ τέθαπται Λάζαρος, ὃν μέτ' ὀλίγον ἐκ νεκρῶν, ζώντα ὑμῖν ἐξαναστήσω ἐγὼ;
Λίθον, ὃν σοὶ προσεκύλισαν, οἱ κηδεύσαντές σε, τοῦτον συγκινῆσαι, ὁ Ἰησοῦς προστάξας, εὐθὺς ἀνέστησέ σε, φωνήσας σοὶ Λάζαρε, Ἀνάστα δεῦρο πρὸς με, ἵνα τήν σὴν ὁ Ἅδης πτήξη φωνήν.
Μάρθα, καὶ Μαρία Κύριε, ὀδυρμοὶς ἐβόων, Ἴδε ὃν ἐφίλεις, τεταρταῖος ὄζει, εἰ ἢς ὧδε τότε, οὐκ ἔθνησκε Λάζαρος, Ἀλλ' ὡς ἀχώριστος παντί, τοῦτον εὐθὺς φωνήσας ἥγειρας.
Ῥάνας, ἐπὶ φίλω δάκρυα, δι' οἰκονομίαν, ἔδειξας τὴν σάρκα, τὴν ἐξ ἡμῶν ληφθεῖσαν, οὐσία οὐ δοκήσει, Σωτὴρ ἑνωθείσάν σοί, καὶ ὡς φιλάνθρωπος Θεός, τοῦτον εὐθὺς φωνήσας ἥγειρας.
Οἴμοι, ὄντως νὺν ἀπόλωλα! ἐκβοῶν ὁ Ἅδης, οὕτω προσεφώνει, τῶ θανάτω λέγων. Ἰδοὺ ὁ Ναζωραῖος, τὰ κάτω συνέσεισε, καὶ τὴν γαστέρα μου τεμῶν, ἄπνουν νεκρόν φωνήσας ἤγειρε.
Ποῦ ἡ τῶν Ἑβραίων ἄνοια; ποῦ ἢ ἀπιστία; ἕως πότε πλάνοι; ἕως πότε νόθοι; ὁρᾶτε τὸν θανέντα, φωνὴ ἐξαλλόμενον, καὶ ἀπιστεῖτε τῶ Χριστῷ; ὄντως υἱοὶ τοῦ σκότους πάντες ὑμεῖς!
Ἕνα τῆς Τριάδος οἴδά σε, εἰ καὶ ἐσαρκώθης, ἕνα καὶ δοξάζω, Υἱὸν σεσαρκωμένον, τὸν ἐκ τῆς Θεοτόκου, ἀσπόρως βλαστήσαντα, καὶ σὺν Πατρὶ καὶ Πνεύματι, ἕνα Υἱὸν δοξολογούμενον.
Ἐπήρθη ὁ ἥλιος, καὶ ἡ σελήνη, ἔστη ἐν τῇ τάξει αὐτῆς, ὑψώθης Μακρόθυμε, ἐπὶ τοῦ Ξύλου, καὶ ἔπηξας ἐν αὐτῷ, τὴν Ἐκκλησίανσου».
Ἐδάκρυσας Κύριε, ἐπὶ Λαζάρω, δείξας ὅτι ἄνθρωπος εἶ, καὶ ἥγειρας Δέσποτα, τὸν τεθνεῶτα, καὶ ἔδειξας τοὶς λαοίς, ὅτι Υἱὸς εἶ τοῦ Θεοῦ.
Ὁ ἄπνους ἤκουσε, τὸ πρόσταγμά σου, Δεῦρο ἔξω Λάζαρε, δρομαῖος ἀνίστατο σὺν τοὶς σπαργάνοις, καὶ ἤλλατο Ἀγαθέ, δεικνὺς τὸ κράτος σου.
Τῆς Μάρθας τὰ δάκρυα, καὶ τῆς Μαρίας, κατέπαυσας Χριστὲ ὁ Θεός, φωνήσας τὸν Λάζαρον, αὐτεξουσίως, συνήγειρας τὴ φωνή, καὶ προσεκύνησέ σοί.
Δακρύσας ὡς ἄνθρωπος, ἐπὶ Λαζάρω, ἐξήγειρας αὐτὸν ὡς Θεός, ἠρώτας. Ποῦ τέθαπται, ὁ τεταρταῖος; πιστούμενος Ἀγαθέ, τὴν ἐνανθρώπησίν σου.
Τοῦ Πάθους τὰ σύμβολα, καὶ τοῦ Σταυροῦ σου, Ἄδου τὴν γνωρίσαι βουληθεὶς Ἀγαθέ, τοῦ ἄπληστον, γαστέρα ῥήξας, ἀνέστησας ὡς Θεός, τὸν τετραήμερον.
Τὶς ὅιδε, τὶς ἤκουσεν, ὅτι ἀνέστη, ἄνθρωπος νεκρὸς ὀδωδῶς; Ἠλίας μὲν ἤγειρε, καὶ Ἐλισσαῖος, ἀλλ' οὐκ ἐκ μνήματος, ἀλλ' οὐδὲ τεταρταῖον.
Ὑμνούμέν σου Κύριε, τὴν δυναστείαν, ὑμνοῦμεν καὶ τὰ Πάθη Χριστέ, τὴ μὲν γὰρ ὡς εὔσπλαγχνος, ἐθαυματούργεις, τὰ δὲ οἰκονομικῶς, εἴλου ὡς ἄνθρωπος.
Θεὸς εἶ καὶ ἄνθρωπος, ἐπαληθεύων, τοὶς πράγμασι τὰ ὀνόματα, ἐπέστης τῶ μνήματι, σαρκὶ ὁ Λόγος, καὶ ἥγειρας ὡς Θεός, τὸν τετραήμερον.
Ἐξέστησαν Δέσποτα, Ἑβραίων δῆμοι, ὡς εἶδον ἀναστάντα νεκρόν, ἐκ τάφου Λάζαρον, σὺν τὴ φωνή σου, καὶ ἔμειναν ἀπειθεῖς, τῶν θαυμασίων σου.
Ἀνάρχως ἐξέλαμψας, ἐκ τοῦ Πατρός σου, ὡς εἷς τῆς Τριάδος Σωτήρ, ἐν χρόνῳ, ἐκ Πνεύματος, παρθενικῶν σὺ προῆλθες αἱμάτων, σάρκα λαβὼν ὁ ὑπερούσιος.
Τὴν σὴν εἰρήνην δὸς ἡμῖν Υἱὲ τοῦ Θεοῦ, ἄλλον γὰρ ἐκτός σου, Θεὸν οὐ γινώσκομεν, τὸ ὄνομά σου ὀνομάζομεν, ὅτι Θεὸς ζώντων, καὶ τῶν νεκρῶν ὑπάρχεις».
Ζωὴ ὑπάρχων Κύριε, καὶ φῶς ἀληθινόν, Λάζαρον νεκρὸν φωνήσας ἀνέστησας, ὡς δυνατὸς γὰρ πάσιν ἔδειξας, ὅτι Θεὸς ζώντων, καὶ τῶν νεκρῶν ὑπάρχεις.
Τὴν ἄστεκτόν σου πρόσταξιν, μὴ φέρων Ἰησοῦ, Ἅδης ὁ πολλοὺς δεξάμενος ἔπτηξε, καὶ τεταρταῖον ὄντα Λάζαρον, σὺν τὴ φωνὴ ζώντα, καὶ οὐ νεκρὸν ἐδίδου.
Τὸν χοῦν συνάψας πνεύματι, ὁ πάλαι τὸν πηλόν, πνεύματι ψυχώσας, ζωῆς Λόγε λόγῳ σου, καὶ νὺν δὲ λόγῳ ἐξανέστησας, ἐκ τῆς φθορᾶς φίλον, καὶ τῶν καταχθονίων.
Τῶ νεύματί σου Κύριε ἀνθέστηκεν οὐδείς, ὅτε γὰρ νεκρόν, ἐφώνεις τὸν Λάζαρον, εὐθὺς ὁ ἄπνους ἐξανίστατο, καὶ τὰ δεσμὰ φέρων, ποσὶ περιεπάτει.
Ὧ Ἰουδαίων ἄνοια! ὧ πώρωσις ἐχθρῶν! τὶς ὅιδε νεκρὸν ἐκ τάφου ἐγείραντα; Ἠλίας πάλαι ἐξανέστησεν, ἀλλ' οὐκ ἐκ μνήματος, ἀλλ' οὐδὲ τεταρταῖον.
Ἀνείκαστε μακρόθυμε, ὁ πάντα δι' ἡμᾶς, πράττων ὡς Θεός, καὶ πάσχων ὡς ἄνθρωπος, πάντας μετόχους ἡμᾶς ποίησον, τῆς σῆς βασιλείας πρεσβείαις τοῦ Λαζάρου.
Προάναρχε, συνάναρχε, ὁμότιμε Τριάς, Πάτερ παντοκράτορ, Υἱέ, Πνεῦμα ἅγιον, Μονὰς ἁγία τρισυπόστατε, τοὺς ἐξ Ἀδὰμ σῶζε, πιστῶς σὲ ἀνυμνοῦντας.