Ὧ τοῦ παραδόξου θαύματος! ἀπιστία πίστιν βεβαίαν ἐγέννησεν, εἰπὼν γὰρ ὁ Θωμᾶς, Ἐὰν μὴ ἴδω, οὐ μὴ πιστεύσω, ψηλαφήσας δὲ τὴν πλευράν, ἐθεολόγει τὸν σαρκωθέντα, τὸν αὐτὸν Υἱὸν τοῦ Θεοῦ, ἐγνώρισεν ὡς πεπονθότα σαρκί, ἐκήρυξε τὸν ἀναστάντα Θεόν, καὶ ἐβόησε λαμπρὰ τὴ φωνή, ὁ Κύριός μου καὶ ὁ Θεός μου, δόξα σοί.
Ἐπαίνει Ἱερουσαλὴμ τὸν Κύριον, αἴνει τὸν Θεόν σου Σιών.
Ὧ τοῦ παραδόξου θαύματος! τοῦ πυρὸς ὁ χόρτος ἀψάμενος σέσωσται, βαλῶν γὰρ ὁ Θωμᾶς ἐν τῇ πυρίνη πλευρὰ τὴν χείρα, Ἰησοῦ Χριστοῦ τοῦ Θεοῦ, οὐ κατεφλέχθη τὴ ψηλαφήσει, τῆς ψυχῆς γὰρ τὸ δυσπειθές, μετέβαλεν εἰς εὐπιστίαν θερμῶς, ἐκέκραξεν ἀπὸ βαθέων ψυχῆς, ὁ Δεσπότης σύ μου εἶ καὶ Θεός, ὁ ἐκ νεκρῶν ἐγηγερμένος, δόξα σοί.
Ὅτι ἐνίσχυσε τοὺς μοχλοὺς τῶν πυλῶν σου.
Ὧ τοῦ παραδόξου θαύματος! Ἰωάννης στήθει τοῦ Λόγου ἀνέπεσε, Θωμᾶς δὲ τὴν πλευρὰν προσψηλαφῆσαι κατηξιώθη, ἀλλ' ὁ μέν, ἐκεῖθεν φρικτῶς θεολογίας βυθὸν ἀνέλκει, τὴν οἰκονομίαν, ὁ δέ, ἠξίωται μυσταγωγῆσαι ἡμᾶς, παρίστησι γὰρ τὰς ἀποδείξεις τρανῶς τῆς Ἐγέρσεως αὐτοῦ, ἐκβοῶν, ὁ Κύριός μου καὶ ὁ Θεός μου, δόξα σοί.
Φιλάνθρωπε, μέγα καὶ ἀνείκαστον τὸ πλῆθος τῶν οἰκτιρμῶν σου, ὅτι ἐμακροθύμησας, ὑπὸ Ἰουδαίων ῥαπιζόμενος, ὑπὸ Ἀποστόλου ψηλαφώμενος, καὶ ὑπὸ τῶν ἀθετούντων σὲ πολυπραγμονούμενος, Πῶς ἐσαρκώθης; πῶς ἐσταυρώθης ὁ ἀναμάρτητος; ἀλλὰ συνέτισον ἡμᾶς, ὡς τὸν Θωμᾶν βοᾶν σοί, ὁ Κύριός μου καὶ ὁ Θεός μου, δόξα σοί.
...Τὸ εἰ δύνασαι πιστεῦσαι, πάντα δυνατὰ τῷ πιστεύοντι... Τοῦτο τὸ γένος ἐν οὐδενὶ δύναται ἐξελθεῖν εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ. Καὶ ἐκεῖθεν ἐξελθόντες παρεπορεύοντο διὰ τῆς Γαλιλαίας, καὶ οὐκ ἤθελεν ἵνα τις γνῷ· ἐδίδασκε γὰρ τοὺς μαθητὰς αὐτοῦ καὶ ἔλεγεν αὐτοῖς ὅτι ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἀνθρώπων, καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ ἀποκτανθεὶς τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται.
Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17
Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.