Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Παρασκευή 24 Απριλίου 2009

ΝΥΝ ΠΗΓΑΣΑΙΣ ΜΟΙ ΠΑΡΘΕΝΕ.... ΕΠΙΝΙΚΙΟΝ ΑΔΟΝΤΑΣ...

Νὺν πηγάσαις μοὶ Παρθένε, Θεοτόκε Πηγή, χάριν διδοῦσα λόγου, ὡς ἀνυμνήσω σου πηγήν, τὴν βλυστάνουσαν ζωήν, καὶ χάριν πιστοίς, σὺ γὰρ ἐνυπόστατον Λόγον ἐπήγασας.
Ἰατρεῖον ὑπὲρ φύσιν, ὁ ναός σου σεμνή, δείκνυται πᾶσι Κόρη, ἐκ γὰρ θανάτου προφανοῦς τοὺς προστρέχοντας πιστούς, σαφῶς ἀνιστά, καὶ πᾶσι τὴν ἄφθονον, ἀναβλύζει γλυκύτητα.
Καταρρέεις οὐρανόθεν ἀκενώτως ἡμῖν, χάριτας ὄντως μόνη, τὸν γὰρ τυφλώττοντα ποιεῖς, ἀναβλέπειν πρὸς τὸ φῶς, βορβόρω καινῶ, φωνήσασα ἄνωθεν, ὑπὲρ ἔννοιαν τῶ Λέοντι.
Ἡ κοινὴ φιλοτιμία, τοῦ βροτείου σεμνή, Χαῖρε Μαρία, Χαῖρε, ὁ γὰρ τῶν ὅλων ποιητής, ἐπὶ σοὶ ὡς πὲρ σταγών, κατέβη σαφῶς, Πηγὴν σὲ ἀθάνατον, ἀναδείξας Θεόνυμφε.
Ἀναστάσεως ἡμέρα λαμπρυνθῶμεν Λαοί, Πάσχα Κυρίου, Πάσχα, ἐκ γὰρ θανάτου πρὸς ζωήν, καὶ ἐκ γῆς πρὸς οὐρανόν, Χριστὸς ὁ Θεός, ἡμᾶς διεβίβασεν, ἐπινίκιον ἄδοντας.