Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Τετάρτη 15 Απριλίου 2009

....Η ΑΠΕΓΝΩΣΜΕΝΗ ΔΙΑ ΤΟΝ ΒΙΟΝ, ΚΑΙ ΕΠΕΓΝΩΣΜΕΝΗ.....ΔΙΑ ΤΟ ΜΕΓΑ ΣΟΥ ΕΛΕΟΣ....

Σήμερον ὁ Χριστός, παραγίνεται ἐν τῇ οἰκία τοῦ Φαρισαίου, καὶ γυνὴ ἁμαρτωλὸς προσελθοῦσα, τοὶς ποσὶν ἐκυλινδοῦτο βοῶσα. Ἴδε τὴν βεβυθισμένην τὴ ἁμαρτία, τὴν ἀπηλπισμένην διὰ τὰς πράξεις, τὴν μὴ βδελυχθεῖσαν παρὰ τῆς σῆς ἀγαθότητος, καὶ δὸς μοὶ Κύριε, τὴν ἄφεσιν τῶν κακῶν, καὶ σώσόν με.
Ἥπλωσεν ἡ Πόρνη, τὰς τρίχας σοὶ τῶ Δεσπότη, ἥπλωσεν Ἰούδας, τὰς χείρας τοὶς παρανόμοις, ἡ μέν, λαβεῖν τὴν ἄφεσιν, ὁ δέ, λαβεῖν ἀργύρια. Διὸ σοὶ βοῶμεν, τῶ πραθέντι καὶ ἐλευθερώσαντι ἡμᾶς, Κύριε δόξα σοί.
Προσῆλθε Γυνὴ δυσώδης καὶ βεβορβορωμένη, δάκρυα προχέουσα ποσί σου Σωτήρ, τὸ Πάθος καταγγέλλουσα. Πῶς ἀτενίσω σοὶ τῶ Δεσπότη; αὐτὸς γὰρ ἐλήλυθας, σῶσαι πόρνην, ἐκ βυθοῦ θανούσάν με ἀνάστησον, ὁ τὸν Λάζαρον ἐγείρας, ἐκ τάφου τετραήμερον, δέξαι μὲ τὴν τάλαιναν, Κύριε καὶ σώσόν με.
Ἡ ἀπεγνωσμένη διὰ τὸν βίον, καὶ ἐπεγνωσμένη διὰ τὸν τρόπον, τὸ μύρον βαστάζουσα, προσήλθέ σοὶ βοῶσα. Μὴ με τὴν πόρνην ἀπορρίψης, ὁ τεχθεὶς ἐκ Παρθένου, μή μου τὰ δάκρυα παρίδης, ἡ χαρὰ τῶν Ἀγγέλων, ἀλλὰ δέξαι μὲ μετανοουσαν, ἣν οὐκ ἀπώσω ἁμαρτάνουσαν Κύριε, διὰ τὸ μέγα σου ἔλεος.
Κύριε, ἡ ἐν πολλαῖς ἁμαρτίαις περιπεσοῦσα Γυνή, τὴν σὴν αἰσθομένη θεότητα, μυροφόρου ἀναλαβοῦσα τάξιν, ὀδυρομένη μύρα σοί, πρὸ τοῦ ἐνταφιασμοῦ κομίζει. Οἴμοι! λέγουσα, ὅτι νὺξ μοί, ὑπάρχει, οἶστρος ἀκολασίας, ζοφώδης τε καὶ ἀσέληνος, ἔρως τῆς ἁμαρτίας. Δέξαι μου τὰς πηγὰς τῶν δακρύων, ὁ νεφέλαις διεξάγων τῆς θαλάσσης τὸ ὕδωρ, κάμφθητί μοὶ πρὸς τοὺς στεναγμοὺς τῆς καρδίας, ὁ κλῖνας τοὺς οὐρανούς, τὴ ἀφάτω σου κενώσει, καταφιλήσω τοὺς ἀχράντους σου πόδας, ἀποσμήξω τούτους δὲ πάλιν, τοὶς τῆς κεφαλῆς μου βοστρύχοις, ὧν ἐν τῷ Παραδείσω Εὔα τὸ δειλινόν, κρότον τοὶς ὠσὶν ἠχηθεῖσα, τῶ φόβω ἐκρύβη. Ἁμαρτιῶν μου τὰ πλήθη καὶ κριμάτων σου ἀβύσσους, τὶς ἐξιχνιάσει ψυχοσώστα Σωτήρ μου; Μὴ μὲ τὴν σὴν δούλην παρίδης, ὁ ἀμέτρητον ἔχων τὸ ἔλεος.