Κύριε, Λαζάρου θέλων τάφον ἰδεῖν, ὁ μέλλων γνώμη τάφον οἰκεῖν, ἐπηρώτας. Ποῦ τεθείκατε αὐτόν, μαθῶν δὲ ὃ οὐκ ἠγνόεις, ἐφώνεις ὃν ἐπόθεις, Λάζαρε δεῦρο ἔξω, καὶ ἐπήκουσεν ὁ ἄπνους, τῶ πνοὴν αὐτῷ διδόντι, σοὶ τῶ Σωτήριών ψυχῶν ἡμῶν.
Κύριε, ἐπὶ τὸν τάφον τοῦ τετραημέρου, ἐπὶ τὸ μνῆμα ἦλθες Λαζάρου, καὶ ἐπὶ φίλω δάκρυα ῥάνας, νεκρὸν τετραήμερον ἥγειρας, ὁ στάχυς τῆς ζωῆς, διὸ θάνατος ἐδέθη φωνή, τὰ σπάργανα ἐλύθη χερσί, τότε χαρὰς ἐπληροῦτο, τὸ στῖφος τῶν Μαθητῶν, καὶ μία παρὰ πάντων, ἐλειτουργεῖτο συμφωνία, Εὐλογημένος εἶ Σωτήρ, ἐλέησον ἡμᾶς.
Κύριε, ἡ φωνή σου κατέλυσε, τοῦ Ἄδου τὰ βασίλεια, καὶ ὁ λόγος τῆς ἐξουσίας σου, ἥγειρεν ἐκ τάφου τετραήμερον, καὶ γέγονεν ὁ Λάζαρος, τῆς παλιγγενεσίας, προοίμιον σωτήριον, Πάντα δυνατὰ σοὶ Δέσποτα, τῶ πάντων Βασιλεῖ, δώρησαι τοὶς δούλοις σου, ἱλασμὸν καὶ τὸ μέγα ἔλεος.
Κύριε, πιστῶσαι θέλων τοὺς Μαθητάς σου, τὴν ἐκ νεκρῶν σου Ἔγερσιν, ἐν τῷ μνήματι Λαζάρου παραγέγονας, καὶ φωνήσαντός σου τοῦτον, ὁ Ἅδης ἐσκυλεύθη, καὶ ἀπέλυσε τὸν τετραήμερον, βοώντά σοί, Εὐλογημένε Κύριε δόξα σοί.
Κύριε, παραλαμβάνων τοὺς Μαθητάς σου, ἐν Βηθανίᾳ παρεγένου, ἵνα ἐγείρης τὸν Λάζαρον, καὶ δακρύσας ἐπ αὐτόν, νόμω φύσεως ἀνθρωπίνης, ὡς Θεός, τοῦτον τετραήμερον ἥγειρας, καὶ ἐβόα σοὶ Σωτήρ, Εὐλογημένε Κύριε δόξα σοί.
...Τὸ εἰ δύνασαι πιστεῦσαι, πάντα δυνατὰ τῷ πιστεύοντι... Τοῦτο τὸ γένος ἐν οὐδενὶ δύναται ἐξελθεῖν εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ. Καὶ ἐκεῖθεν ἐξελθόντες παρεπορεύοντο διὰ τῆς Γαλιλαίας, καὶ οὐκ ἤθελεν ἵνα τις γνῷ· ἐδίδασκε γὰρ τοὺς μαθητὰς αὐτοῦ καὶ ἔλεγεν αὐτοῖς ὅτι ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἀνθρώπων, καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ ἀποκτανθεὶς τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται.
Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17
Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.