Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Πέμπτη 2 Απριλίου 2009

.....ΙΚΕΣΙΟΝ ΔΕΗΣΙΝ,.....ΜΟΝΑΣ ΑΠΛΗ ΑΚΤΙΣΤΕ.....

Στερέωσον Κύριε, ἐπὶ τὴν πέτραν τῶν ἔντολών σου, σαλευθεῖσαν τὴν καρδίαν μου, ὅτι μόνος ἅγιος ὑπάρχεις καὶ Κύριος». (Δίς)



Πηγὴν ζωῆς κέκτημαι, σὲ τοῦ θανάτου τὸν καθαιρέτην, καὶ βοῶ σοὶ ἐκ καρδίας μου, πρὸ τοῦ τέλους. Ἥμαρτον ἱλάσθητι σώσόν με.



Τοὺς ἐπὶ Νῶε Σωτήρ, ἠσελγηκότας ἐμιμησάμην, τὴν ἐκείνων κληρωσάμενος, καταδίκην, ἐν κατακλυσμῷ καταδύσεως.



Ἡμάρτηκα Κύριε, ἡμάρτηκά σοὶ ἱλάσθητί μοί, οὐ γὰρ ἐστιν ὃς τὶς ἥμαρτεν, ἐν ἀνθρώποις, ὃν οὐχ ὑπερέβην τοὶς πταίσμασι.



Τὸν Χὰμ ἐκεῖνον ψυχή, τὸν πατραλοίαν μιμησαμένη, τὴν αἰσχύνην οὐκ ἐκάλυψας, τοῦ πλησίον, ὀπισθοφανῶς ἀνακάμψασα.



Τὴν εὐλογίαν τοῦ Σήμ, οὐκ ἐκληρώσω ψυχὴ ἀθλία, οὐ πλατεῖαν τὴν κατάσχεσιν, ὡς Ἰάφεθ, ἔσχες ἐν τῇ γῆ τῆς ἀφέσεως.



Ἐκ γῆς Χαρρὰν ἔξελθε, τῆς ἁμαρτίας ψυχή μου, δεῦρο εἰς γὴν ῥέουσαν ἀείζωον, ἀφθαρσίαν, ἣν ὁ Ἀβραὰμ ἐκληρώσατο.



Τὸν Ἀβραὰμ ἤκουσας, πάλαι ψυχή μου καταλιπόντα, γὴν πατρώαν, καὶ γενόμενον, μετανάστην, τούτου τὴν προαίρεσιν μίμησαι.



Ἐν τῇ δρυϊ τὴ Μαμβρή, φιλοξενήσας ὁ Πατριάρχης, τοὺς Ἀγγέλους ἐκληρώσατο, μετὰ γῆρας, τῆς ἐπαγγελίας τὸ θήραμα.



Τὸν Ἰσαὰκ τάλαινα, γνοῦσα ψυχή μου καινὴν θυσίαν, μυστικῶς ὁλοκαρπούμενον, τῶ Κυρίω, μίμησαι αὐτοῦ τὴν προαίρεσιν.



Τὸν Ἰσραὴλ ἤκουσας, νῆφε ψυχή μου ἐκδιωχθέντα, ὡς παιδίσκης ἀποκύημα, βλέπε μήπως, ὅμοιόν τι πάθης λαγνεύουσα.



Τὴ Ἄγαρ πάλαι ψυχή, τὴ Αἰγυπτία παρωμοιώθης, δουλωθεῖσα τὴν προαίρεσιν, καὶ τεκοῦσα, νέον Ἰσμαήλ, τὴν αὐθάδειαν.



Τὴν Ἰακὼβ κλίμακα, ἔγνως ψυχή μου δεικνυομένην, ἀπὸ γὴς πρὸς τὰ οὐράνια, τὶ μὴ ἔσχες, βάσιν ἀσφαλῆ, τὴν εὐσέβειαν;



Τὸν Ἱερέα Θεοῦ, καὶ βασιλέα μεμονωμένον, τοῦ Χριστοῦ τὸ ἀφομοίωμα, τοῦ ἐν κόσμῳ, βίου ἐν ἀνθρώποις μιμήθητι.



Μὴ γένη στήλη ἁλός, ψυχὴ στραφεῖσα εἰς τὰ ὀπίσω, τὸ ὑπόδειγμα φοβείτω σε, τῶν Σοδόμων, ἄνω εἰς Σηγὼρ διασώθητι.



Τὸν ἐμπρησμόν, ὥσπερ Λώτ, φεῦγε ψυχή μου τῆς ἁμαρτίας, φεῦγε Σόδομα καὶ Γόμορρα.

φεῦγε φλόγα, πάσης παραλόγου ὀρέξεως.



Ἐλέησον Κύριε, ἐλέησόν με ἀναβοῶ σοί, ὅτε ἤξεις μέτ' Ἀγγέλων σου, ἀποδοῦναι, πᾶσι κατ' ἀξίαν τῶν πράξεων.



Τὴν δέησιν Δέσποτα, τῶν σὲ ὑμνούντων μὴ ἀπορρίψης, ἀλλ' οἰκτείρησον φιλάνθρωπε, καὶ παράσχου, πίστει αἰτουμένοις τὴν ἄφεσιν.

Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν

Συνέχομαι κλύδωνι, καὶ τρικυμία Μῆτερ πταισμάτων, ἀλλ' αὐτὴ μὲ νὺν διάσωσον, καὶ πρὸς ὅρμον, θείας μετανοίας εἰσάγαγε.

Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν

Ἰκέσιον δέησιν, νυνὶ Ὁσία προσαγαγοῦσα, πρὸς τὴν εὔσπλαγχνον πρεσβεία σου, Θεοτόκον, ἄνοιξόν μοὶ θείας εἰσόδους σου.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν

Ταὶς σαὶς λιταὶς δώρησαι, καμοὶ τὴν λύσιν τῶν ὀφλημάτων, ὧ Ἀνδρέα Κρήτης Πρόεδρε, μετανοίας, σὺ μυσταγωγὸς γὰρ πανάριστος.

Δόξα...

Μονὰς ἁπλὴ ἄκτιστε, ἄναρχε φύσις ἡ ἐν Τριάδι, ὑμνουμένη ὑποστάσεων, ἡμᾶς σῶσον, πίστει προσκυνοῦντας τὸ κράτος σου.