Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Πέμπτη 23 Απριλίου 2009

ΑΝΕΥΦΗΜΟΥΣΙ ΛΑΟΙ ΨΑΛΜΟΙΣ ΚΑΙ ΥΜΝΟΙΣ....

Ἀνευφημοῦσι λαοὶ ψαλμοὶς καὶ ὕμνοις, σοῦ τὴν παναοίδιμον, μνήμην Γεώργιε, ὡς εὐπρεπὴς γὰρ ἐξέλαμψε, καὶ φωτοφόρος, πεποικιλμένη δόξη καὶ χάριτι, ὅθεν καὶ σκιρτῶσι νύν, Ἀγγέλων τάγματα, ἐπικροτοῦσι δὲ Μάρτυρες, σὺν Ἀποστόλοις, τῶν σῶν ἀγώνων Μάρτυς τὰ ἔπαθλα, καὶ ἀνυμνοῦσι, τὸν δοξάσαντα, σὲ Σωτήρα Χριστόν τὸν Θεὸν ἡμῶν, ὃν ἱκέτευε σῶσαι, Καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.
Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνω πληθυνθήσεται.
Ἐνδεδυμένος Χριστοῦ τὴν πανοπλίαν, εὑρέθης Γεώργιε, τοὶς μὴ ζητούσί σε, ὑπὲρ Χριστοῦ πυρπολούμενος, καὶ μυκτηρίζων, θεῶν ματαίων πλάνην ψυχόλεθρον, τότε καί, Στρατεύομαι, τῶ Βασιλεῖ μου Χριστῷ, τοὶς παρανόμοις ἐκραύγαζες, οὐδὲ γὰρ θῆρες, οὐδὲ τροχοί, οὐ πύρ, οὐδὲ μάχαιρα, ἐμὲ χωρίσαι κατισχύσουσι, τῆς ἀγάπης Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, ὃν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.
Τοὶς Ἁγίοις τοὶς ἐν τῇ γῆ αὐτοῦ ἐθαυμάστωμεν πάντα τὰ θέλημα αὐτοῦ ἐν αὐτοῖς.
Καταφρονήσας ὀργάνων πολυμόρφων, ποικίλων βασάνων τε, καὶ καταπέλτου φρικτοῦ, στεφανηφόρε Γεώργιε, τῆς εὐσεβείας, μαρτυρικῶς τὸν δρόμον τετέλεκας, ὅθεν τὴν ὑπέρλαμπρον, μνήμην σου ἄνθεσιν, ἀσματικοὶς περιστέφομεν, καὶ τὰ σεπτά σου, περιπτυσσόμεθα πίστει λείψανα, ἀλλ' ὡς τῶ θρόνω παριστάμενος, λαμπροφόρος Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, καθικέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.
Τὸν νοερὸν ἀδάμαντα, τῆς καρτερίας ἀδελφοί, πνευματικῶς εὐφημήσωμεν, Γεώργιον τὸν ἀοίδιμον Μάρτυρα, ὃν ὑπὲρ Χριστοῦ πυρούμενον, ἐχάλκευσαν κίνδυνοι, καὶ ἐστόμωσαν βάσανοι, καὶ ποικίλαι κολάσεις ἀνήλωσαν, σῶμα τὸ φύσει φθειρόμενον, ἐνίκα γὰρ ὁ πόθος τὴν φύσιν, διὰ θανάτου πείθων τὸν ἐραστήν, διαβῆναι πρός τὸν ποθούμενον, Χριστὸν τὸν Θεόν, καὶ Σωτήρα τῶν ψυχῶν ἡμῶν.