Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Πέμπτη 2 Απριλίου 2009

....ΘΑΥΜΑ ΚΑΙΝΟΝ, ΚΑΤΙΔΩΝ ΕΞΙΣΤΑΤΟ.....ΟΣΙΩΝ ΔΟΞΑ.....

Ὃν Στρατιαί, οὐρανῶν δοξάζουσι, καὶ φρίττει τὰ Χερουβίμ, καὶ τὰ Σεραφίμ, πᾶσα πνοὴ καὶ κτίσις ὑμνεῖτε, εὐλογεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας». (Δίς)



Ἡμαρτηκότα, Σωτὴρ ἐλέησον, διέγειρόν μου τὸν νοῦν, πρὸς ἐπιστροφήν, δέξαι μετανοοῦντα, οἰκτείρησον βοῶντα. Ἡμαρτὸν σοί, σῶσον, ἠνόμησα, ἐλέησόν με.



Ὁ διφρηλάτης, Ἠλίας, ἅρματι, ταὶς ἀρεταὶς ἐπιβάς, ὡς εἰς οὐρανόν, ἥγετο ὑπεράνω, ποτὲ τῶν ἐπιγείων, τούτου οὖν ψυχή μου, τὴν ἄνοδον ἀναλογίζου.



Τοῦ Ἰορδάνου, τὸ ῥεῖθρον πρότερον, τὴ μηλωτὴ Ἡλιοῦ, δι' Ἐλισσαιέ, ἔστη ἔνθα καὶ ἔνθα, αὐτὴ δὲ ὧ ψυχή μου, ταύτης οὐ μετέσχες, τῆς χάριτος δι' ἀκρασίαν.



Ὁ Ἐλισσαῖος, ποτὲ δεξάμενος, τὴν μηλωτὴν Ἡλιοῦ, ἔλαβε διπλῆν, χάριν παρὰ Κυρίου, αὐτὴ δὲ ὧ ψυχή μου, ταύτης οὐ μετέσχες, τῆς χάριτος δι' ἀκρασίαν.



Ἡ Σωμανῖτις, ποτὲ τὸν δίκαιον, ἐξένισεν ὧ ψυχή, γνώμη ἀγαθή, σὺ δὲ οὐκ εἰσωκίσω, οὐ ξένον, οὐχ ὁδίτην, ὅθεν τοῦ νυμφῶνος, ῥιφήση ἔξω θρηνωδοῦσα.



Τοῦ Γιεζῆ, ἐμιμήσω τάλαινα, τὴν γνώμην τὴν ῥυπαράν, πάντοτε ψυχή, οὗ τὴν φιλαργυρίαν, ἀπώθου κὰν ἐν γήρει, φεῦγε τῆς γεέννης, τὸ πὺρ ἐκστάσα τῶν κακῶν σου.



Σὺ τὸν Ὀζίαν, ψυχὴ ζηλώσασα, τὴν τούτου λέπραν ἐν σοί, ἔσχες ἐν διπλῷ, ἄτοπα γὰρ λογίζη, παράνομα δὲ πράττεις, ἄφες ἃ κατέχεις, καὶ πρόσδραμε τὴ μετανοία.



Τοὺς Νινευϊτας, ψυχὴ ἀκήκοας, μετανοοῦντας Θεῷ, σάκκω καὶ σποδῶ, τούτους οὐκ ἐμιμήσω, ἀλλ' ὤφθης σκαιοτέρα, πάντων τῶν πρὸ νόμου, καὶ μετὰ νόμον ἑπταικότων.



Τὸν ἐν τῷ λάκκω, βορβόρου ἤκουσας, Ἱερεμίαν ψυχή, πόλιν τὴν Σιών, θρήνοις καταβοῶντα, καὶ δάκρυα ζητοῦντα, μίμησαι τὸν τούτου, θρηνώδη βίον καὶ σωθήση.



Ὁ Ἰωνάς, εἰς θαρσεὶς ἀπέδραμε, προγνοὺς τὴν ἐπιστροφήν, τῶν Νινευϊτῶν, ἔγνω γὰρ ὡς προφήτης, Θεοῦ τὴν εὐσπλαγχνίαν, ὅθεν παρεζήλου, τὴν προφητείαν μὴ ψευσθῆναι.



Τὸν Δανιήλ, ἐν τῷ λάκκω ἤκουσας, πῶς ἔφραξεν ὧ ψυχή, στόματα θηρῶν, ἔγνωκας πῶς οἱ Παῖδες, οἱ περὶ Ἀζαρίαν, ἔσβεσαν τὴ πίστει, καμίνου φλόγα καιομένην.



Τῆς παλαιᾶς, Διαθήκης ἅπαντας, παρήγαγόν σοὶ ψυχή, πρὸς ὑπογραμμόν, μίμησαι τῶν δικαίων, τὰς φιλοθέους πράξεις, ἔκφυγε δὲ πάλιν, τῶν πονηρῶν τὰς ἁμαρτίας.



Δικαιοκρῖτα, Σωτὴρ ἐλέησον, καὶ ῥύσαί με τοῦ πυρός, καὶ τῆς ἀπειλῆς, ἢς μέλλω ἐν τῇ κρίσει, δικαίως ὑποστῆναι, ἄνες μοὶ πρὸ τέλους, δι' ἀρετῆς καὶ μετανοίας.

Ὡς ὁ Ληστὴς ἐκβοῶ σοὶ Μνήσθητι, ὡς Πέτρος κλαίω πικρῶς. Ἄνες μοὶ Σωτήρ, κράζω ὡς ὁ Τελώνης, δακρύω ὡς ἡ Πόρνη, δέξαι μου τὸν θρῆνον, καθὼς ποτὲ τῆς Χαναναίας.



Τὴν σηπεδόνα, Σωτὴρ θεράπευσον, τῆς ταπεινῆς μου ψυχῆς, μόνε ἰατρέ, μάλαγμά μοὶ ἐπίθες, καὶ ἔλαιον καὶ οἶνον, ἔργα μετανοίας, κατάνυξιν μετὰ δακρύων.



Τὴν Χαναναίαν, καγῶ μιμούμενος, Ἐλέησόν με βοῶ, τῶ Υἱῶ Δαυϊδ, ἅπτομαι τοῦ κρασπέδου, ὡς ἡ Αἱμορροοῦσα, κλαίω ὡς ἡ Μάρθα, καὶ Μαρία ἐπὶ Λαζάρου.



Τὸ τῶν δακρύων, Σωτὴρ ἀλάβαστρον, ὡς μύρον κατακενῶν, ἐπὶ κεφαλῆς, κράζω σοὶ ὡς ἡ Πόρνη, τὸν ἔλεον ζητοῦσα, δέησιν προσάγω, καὶ ἄφεσιν αἰτῶ λαβεῖν με.



Εἰ καὶ μηδεῖς, ὡς ἐγὼ σοὶ ἥμαρτεν, ἀλλ, ὅμως δέξαι καμέ, εὔσπλαγχνε Σωτήρ, φόβω μετανοοῦντα, καὶ πόθω κεκραγότα. Ἥμαρτον σοὶ μόνω, ἠνόμησα, ἐλέησόν με.



Φεῖσαι Σωτήρ, τοῦ ἰδίου πλάσματος, καὶ ζήτησον ὡς ποιμήν, τὸ ἀπολωλός, πρόβατον πλανηθέντα, ἐξάρπασον τοῦ λύκου, ποίησόν με θρέμμα, ἐν τῇ νομὴ τῶν σῶν προβάτων.



Ὅταν Κριτής, καθίσης ὡς εὔσπλαγχνος, καὶ δείξης τὴν φοβεράν, δόξαν σου Χριστέ, ὧ ποῖος φόβος τότε! καμίνου καιομένης, πάντων δειλιώντων, τὸ ἄστεκτον τοῦ βήματός σου.

Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν

Ἡ τοῦ Φωτός, τοῦ ἀδύτου Μήτέρ σε, φωτίσασα σκοτασμοῦ, ἔλυσε παθῶν, ὅθεν εἰσδεδεγμένη, τοῦ Πνεύματος τὴν χάριν, φώτισον Μαρία, τοὺς σὲ πιστῶς ἀνευφημοῦντας.

Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν

Θαῦμα καινόν, κατιδῶν ἐξίστατο, ὁ θεῖος ὄντως ἐν σοί, Μῆτερ Ζωσιμάς, Ἄγγελον γὰρ ἑώρα, ἐν σώματι καὶ θάμβους, ὅλος ἐπληροῦτο, Χριστὸν ὑμνῶν εἰς τοὺς αἰῶνας.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν

Ὡς παρρησίαν, ἔχων πρὸς Κύριον, Ἀνδρέα Κρήτης σεπτόν, κλέος δυσωπῶ, πρέσβευε τοῦ δεσμοῦ με, τῆς ἀνομίας λύσιν, νὺν εὐρεῖν εὐχαίς σου, Διδάσκαλε, Ὁσίων δόξα.

Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα

Ἄναρχε Πάτερ, Υἱὲ συνάναρχε, Παράκλητε ἀγαθέ, Πνεῦμα τὸ εὐθές, Λόγου Θεοῦ Γεννῆτορ, Πατρὸς ἀνάρχου Λόγε, Πνεῦμα ζῶν καὶ κτίζον. Τριὰς Μονὰς ἐλέησόν με.