

Συναξάριον
ΤΗ ΙΕ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΑΠΡΙΛΙΟΥ
Μνήμη τοῦ Ἁγίου Μάρτυρος Κρήσκεντος.
Τὴ ΙΕ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Κρήσκεντος, τοῦ ἐν Μύροις τῆς Λυκίας.
Στίχοι
· Θάμβος βλέπειν Κρήσκεντα τοῦ πυρὸς μέσον,
· Ἡγούμενον λειμῶνα τερπνὸν τὴν φλόγα.
· Κάτθανε καὶ Κρήσκης πέμπτη δεκάτη πυρὶ λαύρω.
Τὴ αὐτὴ ἡμέρα, Μνήμη τῶν Ἁγίων Μαρτύρων γυναικῶν, Βασιλίσσης καὶ Ἀναστασίας.
Στίχοι
· Ἀμνοῦ Θεοῦ σφάττουσιν ἀμνάδας δύο,
· Ἀναστασίαν καὶ Βασίλισσαν ἅμα.
Τὴ αὐτὴ ἡμέρα, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Λεωνίδου, Ἐπισκόπου Ἀθηνῶν.
Στίχοι
· Σκότος συνέσχε τὰς Ἀθήνας ἀθρόον,
· Δύναντος αὐταῖς ἠλίου Λεωνίδου.
Τὴ αὐτὴ ἡμέρα, Μνήμη τῶν Ἁγίων Μαρτύρων Θεοδώρου Πρεσβυτέρου, καὶ Παυσολυπίου.
Στίχοι
· Παυσολυπίω καὶ Θεοδώρω θύτη,
· Δώρόν τι παυσίλυπον ὄντως τὸ ξίφος.
Τὴ ἁγία καὶ μεγάλη Τετάρτη, τῆς ἀλειψάσης τὸν Κύριον μύρω Πόρνης γυναικός, μνείαν ποιεῖσθαι οἱ θειότατοι Πατέρες ἐθέσπισαν, ὅτι πρὸ τοῦ σωτηρίου Πάθους μικρὸν τοῦτο γέγονε.
Στίχοι
· Γυνή, βαλοῦσα σώματι Χριστοῦ μύρον,
· Τὴν Νικοδήμου προύλαβε σμυρναλόην.
Ἀλλ' ὁ τῶ, νοητῶ μυρω χρισθείς, Χριστὲ ὁ Θεός, τῶν ἐπιρρύτων παθῶν ἐλευθέρωσον, καὶ ἐλέησον ἡμᾶς, ὡς μόνος ἅγιος, καὶ φιλάνθρωπος. Ἀμήν.