Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Τρίτη 14 Απριλίου 2009

ΑΓΙΑ ΚΑΙ ΜΕΓΑΛΗ ΤΡΙΤΗ



Συναξάριον


ΤΗ ΙΔ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

ΑΠΡΙΛΙΟΥ



Μνήμη τῶν Ἁγίων Ἀποστόλων, ἐκ τῶν ἑβδομήκοντα, Ἀριστάρχου, Πούδη καὶ Τροφίμου.
Τὴ ΙΔ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Ἀποστόλων ἐκ τῶν ἑβδομήκοντα, Ἀριστάρχου, Πούδη καὶ Τριφίμου.

Στίχοι

· Τιμῶ τὸν Ἀρίσταρχον ὡς ἀριστέα,

· Καλῶς ἀριστεύσαντα μέχρι καὶ ξίφους.

· Ποῦ δὴ μετέστης, ὡς ἀπετμήθης, Πούδη;

· Ποῦ δὴ μετέστην, ἢ πρὸς ἄφθαρτον κλέος;

· Τρυφὴν Τρόφιμος οὐρανοῦ ποθῶν ἄκρως,

· Τροφὴ προσῆκται τῶ τεθηγμένω ξίφει.

· Τὴ δεκάτη δὲ μαθηταὶ ἀπήραν καί γε τετάρτη.



Τὴ αὐτὴ ἡμέρα, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀρδαλίωνος τοῦ Μίμου.

Στίχοι

· Νὺν Μῖμος ὄντως Ἀρδαλίων ἢ πάλαι.

· Μιμούμενος γὰρ Μάρτυρας, τὸ πὺρ στέγει.



Τὴ αὐτὴ ἡμέρα, Μνήμη τῆς Ἁγίας Μάρτυρος Θωμαϊδος.

Στίχοι

· Αἰῶνος ἤρας τοῦδε τὴν Θωμαϊδα,

· Τὸ τῆς Γραφῆς, μέλλοντος αἰῶνος Πάτερ.

Τὴ ἁγία καὶ μεγάλη Τρίτη, τῆς τῶν δέκα Παρθένων παραβολῆς, τῆς ἐκ τοῦ ἱεροῦ Εὐαγγελίου, μνείαν ποιούμεθα.

Στίχοι

· Τρίτη μεγίστη Παρθένους δέκα φέρει,

· Νίκην φερούσας ἀδεκάστου Δεσπότου.



Ἀλλ' ὧ Νυμφίε Χριστέ, μετὰ τῶν φρονίμων ἡμᾶς συναρίθμησον Παρθένων, καὶ τὴ ἐκλεκτή σου σύνταξον ποίμνη, καὶ ἐλέησον ἡμᾶς. Ἀμήν.