
ΤΗ Γ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΑΠΡΙΛΙΟΥ
Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ Ὁμολογητοῦ Νικήτα, Ἡγουμένου τῆς Μονῆς τοῦ Μηδικίου.
Σ υ ν α ξ ά ρ ι ο ν
Τὴ Γ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Νικήτα τοῦ Ὁμολογητοῦ, Ἥγουμένου τῆς Μονῆς τοῦ Μηδικίου.
Στίχοι
· Ῥυσθεὶς βίου Νικήτας, ὡς στρουθὸς πάγης,
· Πτεροῖς νοητοὶς ἵπταται πρὸς τὸν πόλον.
· Νικήταν καλέουσι τρίτη ἐπὶ δῶρα θεοῖο.
Τὴ αὐτὴ ἡμέρα, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Ἰωσὴφ τοῦ Ὑμνογράφου.
Στίχοι
· Ζῶντος Θεοῦ σὺ θεῖος ὑμνητὴς Πάτερ,
· Ἐγὼ δὲ σοῦ θανόντος ὑμνητὴς νέος.
Τὴ αὐτὴ ἡμέρα, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἐλπιδηφόρου.
Στίχοι
· Ξίφους ἀληθὴς μάρτυς Ἐλπιδηφόρος,
· Θεὸν φέρει ἄψευστον εὐελπιστίαν.
Τὴ αὐτὴ ἡμέρα, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Δίου.
Στίχοι
· Βαλῶν κεράμω δυσσεβὴς Δίου κάραν,
· Ὡς σκεῦος αὐτὴν συντρίβει κεραμέως.
Τὴ αὐτὴ ἡμέρα, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Βυθονίου.
Στίχοι
· Ὁ Βυθόνιος εἰς βυθὸν βεβλημένος,
· Τὴν κλήσιν εὗρεν εἰς προφητείαν τέλους.
Τὴ αὐτὴ ἡμέρα, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Γαλύκου.
Στίχοι
· Δηχθεὶς ὁδοῦσι Γάλυκος τῶν θηρίων.
· Θηρὸς νοητοῦ τοὺς ὀδόντας συντρίβει.
Τὴ αὐτὴ ἡμέρα, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰλλυριοῦ, τοῦ ἐν τῷ ὄρει τοῦ Μυρσιῶνος.
Στίχοι
· Ἐκ Μυρσιῶνος, Ἰλλυριέ, πρὸς πόλον,
· οὐχ ὡς ὁ Χριστὸς ἐξ Ἐλαιῶνος φέρη.
Ταὶς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.