
Συναξάριον
Τὴ Α' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς ὁσίας Μητρὸς ἡμῶν Μαρίας τῆς Αἰγυπτίας.
Στίχοι
· Ἀπῆρε πνεῦμα, σάρξ ἀπερρύη πάλαι.
· Τὸν ὅστινον γῆ κρύπτε νεκρὸν Μαρίας.
· Πρώτη Ἀπριλίου Μαρίη θάνεν εὖχος ἐρήμου.
Τὴ αὐτὴ ἡμέρα, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ Ὁμολογητοῦ Μακαρίου, Ἡγουμένου τῆς Πελεκητῆς.
Στίχοι
· Ὁ Μακάριος μακαριστὸς ἐν βίῳ,
· Μακαρίως νὺν γῆ ἐνοικεῖ Μακάρων.
Τὴ αὐτὴ ἡμέρα, Μνήμη τῶν ἁγίων Μαρτύρων Γεροντίου καὶ Βασιλείδου.
Στίχοι
· Σὺν Βασιλείδη Γερόντιος ἐκ ξίφους,
· Γερῶν μετέσχε παμβασιλέως Λόγου.
Τὴ αὐτὴ ἡμέρα, Μνήμη τοῦ ἁγίου καὶ δικαίου Ἄχαζ.
Στίχοι
· Ἄχαζ Θεοῦ πέφυκεν ἐστῶς πλησίον,
· Ἄχαζ, ὃς εἶπεν, Οὐ Θεόν μου πειράσω.
Ταὶς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.