Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Παρασκευή 6 Μαρτίου 2009

MNHMH ΤΩΝ ΑΓΙΩΝ ΜΑΡΤΥΡΩΝ ΤΩΝ ΕΝ ΑΜΟΡΙΩ.... ΑΓΙΟΥ ΕΥΦΡΟΣΥΝΟΥ.....


ΤΗ ΣΤ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

ΜΑΡΤΙΟΥ



Μνήμη τῶν Ἁγίων τεσσαράκοντα δύο Μαρτύρων τῶν ἐν τῷ Ἀμορίω, Θεοδώρου, Κωνσταντίνου, Καλλίστου, Θεοφίλου, Βασσώη καὶ τῆς συνοδίας αὐτῶν.
Σ υ ν α ξ ά ρ ι ο ν

Τὴ ΣΤ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων, τῶν ἐν τῷ Ἀμορίω ἀθλησάντων, Θεοδώρου, Κωνσταντίνου, Καλλίστου, Θεοφίλου, Βασσώη καὶ τῶν σὺν αὐτοῖς.

Στίχοι

· Τὴν ἐξάριθμον συντεθειμένην φέρει,

· Σὺν ἑπταρίθμω ἡ τετμημένη φάλαγξ.

· Τεσσαράκοντα κάρηνα δυοῖν ἅμα ἕκτη ἐτμήθη.



Τὴ αὐτὴ ἡμέρα, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀρκαδίου.

Στίχοι

· Ὀσφὺν νοητὴν ἀρεταὶς ἐζωσμένος,

· Εὔζωνος, Ἀρκάδιε, πρὸς πόλον τρέχεις.



Τὴ αὐτὴ ἡμέρα, Μνήμη τοῦ Ὁσίου Ἡσυχίου τοῦ θαυματουργοῦ.

Στίχοι

· Δούς, Ἡσύχιε, σαυτὸν ἡ σύχω βίω,

· Τέλους φθάσαντος, ἡσυχάζεις ἐκ βίου.



Τὴ αὐτὴ ἡμέρα, ὁ Ὅσιος Μάξιμος λιθοβοληθεὶς τελειοῦται.

Στίχοι

· Ὅλω βλέπων νῶ Μάξιμος πρὸς τὰ στέφη,

· Πρὸς τὰς βολὰς ὑπῆρχε τῶν λίθων λίθος.



Τὴ αὐτὴ ἡμέρα, ὁ Ἅγιος Εὐφρόσυνος, ὕδωρ κοχλάζον ποτισθείς, τελειοῦται.

Στίχοι

· Ζέον πεπωκως φιάλη κοίλη πόμα,

· Ὁ Μάρτυς Εὐφρόσυνος εὐφράνθη μάλα.



Τὴ αὐτὴ ἡμέρα, Μνήμη τῆς εὑρέσεως τοῦ τιμίου Σταυροῦ, ὑπὸ τῆς μακαρίας Ἑλένης.

Στίχοι

· Δίδωσιν ἡμῖν Ἑλένη ταύτην χάριν,

· Βλέπειν τὸ σώσαν ἐκ φθορᾶς ἡμᾶς ξύλον.



Τὴ αὐτὴ ἡμέρα, Μνήμη τῆς εὑρέσεως τῶν τιμίων ἤλων.

Στίχοι

· Φανέωτες ἦλοι Βασιλεῖ, τοῦ μὲν κράνους,

· Ἄγαλμα κεῖνται, τοῦ χαλινοῦ δὲ κράτος.



Τὴ αὐτὴ ἡμέρα, οἱ Ἅγιοι Ἰουλιανὸς καὶ Εὔβουλος ξίφει τελειοῦνται.

Στίχοι

· Δεῦρο, ξίφει θάνωμεν, Εὐβούλω λέγει,

· Ἰουλιανός, εἰσφέρων εὐβουλίαν.



Ταὶς τῶν σῶν Ἁγίων πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.