Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Δευτέρα 2 Μαρτίου 2009

ΕΥΑ ΜΕΝ ΤΩ ΤΗΣ ΠΑΡΑΚΟΗΣ ΝΟΣΗΜΑΤΙ, ΤΗΝ ΚΑΤΑΡΑΝ ΕΙΣΩ ΚΙΣΑΤΟ

Εὐα μὲν τῶ τῆς παρακοῆς νοσήματι, τὴν κατάραν εἴσω κίσατο, σὺ δὲ Παρθένε Θεοτόκε, τῶ τῆς κυοφορίας βλαστήματι, τῶ κόσμω τὴν εὐλογίαν ἐξήνθησας, ὅθεν σὲ πάντες μεγαλύνομεν.
Ὡραῖος τῶ εἴδει τῆς ψυχῆς Ἡσύχιε, ἐγνωρίσθης καὶ τοῦ σώματος, σὺ γὰρ ἀξίωμα καὶ πλοῦτον, κατέλιπες καὶ δόξαν ἐπίκηρον, καὶ μόνω τῶ Χριστῷ ἠκολούθη σας, δήμοις Μαρτύρων συναπτόμενος.
Συνέτριψας ξόανα σοφὲ Ἡσύχιε, ἀπωλείας καὶ ἠγάπησας, μᾶλλον θανεῖν βιαιοτάτως, ζωὴν ὅπως κερδήσης τὴν μέλλουσαν, σὺν πᾶσι τοὶς καλῶς ἐναθλήσασιν, ὅθεν σὲ πίστει μακαρίζομεν.
Ἡ μνήμη σου σήμερον ἡμῖν Ἡσύχιε, Θεομάκαρ ἐπεδήμησε, πάντων φωτίζουσα καρδίας, ἐν ταύτῃ τῶν πιστῶς εὐφη μούντων σου, τοὺς πόνους, τὰ γενναία παλαίσματα, καὶ τὰ τῶν πόνων ἀγωνίσματα.