Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Παρασκευή 6 Μαρτίου 2009

ΟΙ ΕΝ ΕΣΧΑΤΟΙΣ ΚΑΙΡΟΙΣ ΑΝΑΦΑΝΕΝΤΕΣ....

Οἱ ἐν ἐσχάτοις καιροὶς ἀναφανέντες, καλλίνικοι Μάρτυρες, ἀστέρες ἄδυτοι, ἐν τῷ σεπτῶ στερεώματι, τῆς Ἐκκλησίας, ἄθλων λαμπρότησιν ἐφωτίσατε, πᾶσαν τὴν ὑφήλιον, καὶ διελύσατε, πλάνης τὸ σκότος πανεύφημοι, καὶ νὺν πρὸς φέγγος, τὸ αἰωνίζον μετεβιβάσθητε, ὅθεν ἓν πίστει, τὴν φωσφόρον τε, καὶ ἱερὰν ὑμῶν ἄθλησιν, ἐκτελοῦμεν προστάτας, ἀγαθοὺς ἡμῶν πλουτήσαντες.
Ἀπαγωγὴ Χριστομάρτυρες βιαία, δέσμιοι γεγόνατε, καὶ ἀπετέθητε, ἐν φυλακῇ ἐπὶ μήκιστον, ἅπαντες χρόνον, θεῖοι τῆς πίστεως, ὄντως φύλακες, ἐντεῦθεν μαινόμενος, θὴρ ὁ δυσώνυμος, ξίφει ὑμᾶς ἐθανάτωσε, μὴ βουληθέντας, εἶξαι τοὶς τούτου δεινοῖς προστάγμασι, καὶ νὺν τὰ ἄνω, ἐκληρώσασθε, χαρμονικῶς τεσσαράκοντα, πρός δυσὶ πεφυκότες, παναοίδιμοι βασίλεια.
Σὺν Κωνσταντίνω Βασσώη καὶ Καλλίστω, Θεόφιλον ἅπαντες, καὶ τὸν Θεόδωρον, καὶ τὸν λοιπὸν θεῖον ὅμιλον, τῶν Ἀθλοφόρων, μεγαλοφώνως ἀνευφημήσωμεν, θανεῖν γάρ προείλοντο, ὑπὲρ τῆς πάντων Ζωῆς, σφαγιασθέντες γηθόμενοι, καὶ νὺν ἐν πόλει, Θεοῦ τοῦ ζῶντος ἐπαναπαύονται, καὶ ἐξαιτοῦνται τοῦ εὐρεῖν ἡμᾶς, ἁμαρτημάτων τὴν ἄφεσιν, ἐν ἡμέρα τῆς δίκης, καὶ τελείαν ἀπολύτρωσιν.