Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Δευτέρα 2 Μαρτίου 2009

ΚΑΙ ΕΝ ΒΙΩ ΕΝ ΠΕΡΙΔΟΞΟΣ....

Καὶ ἐν βίῳ ἐν περίδοξος, καὶ Μάρτυσι μέγιστος, Ἀθλητὰ Ἡσύχιε γνωριζόμενος, ταὶς οὐρανίαις Δυνάμεσι, συνων παμμακάριστε, τῶ τῶν ὅλων Βασιλεῖ, μετὰ δόξης παρίστασαι, ὅθεν πίστει σου, τοὺς γενναίους ἀγῶνας εὐφημοῦμεν, καὶ τὴν μνήιμην ἐκτελοῦμεν, τὸν Εὐεργέτην δοξάζοντες.
Βασιλεῖ τῶν Δυνάμεων, στρατευθεὶς διὰ πίστεως, ἀθλητὰ Ἡσύχιε, δόγμα ἄθεον, παρανομούντων ἠκύρωσας, Βασιλέων ἔνδοξε, καὶ προείλου τὸ θανεῖν διὰ πόθον τόν ἔνθεον, ὅθεν ἅπασα, ἡ σεπτὴ Ἐκκλησία ἑορτάζει, τὴν πανέορτόν σου μνήμην, καὶ θυμηδίας ἀνάπλεων.
Ποταμίοις ἐν ῥεύμασιν, ἀπερρίφης Ἡσύχιε, ἐν αὐτοῖς τὸν δράκοντα τὸν πολέμιον, ἐναποπνίξας πανόλβιε, καὶ νὺν ἀνελήλυθας εἰς αὐτοὺς τοὺς οὐρανούς, τοὺς στεφάνους ληψόμενος καὶ παρίστασαι, ἐφετῶν ἀκροτάτω Ἀθλοφόρε, τῶν Ἀγγέλων συμπολῖτα, τῆς εὐσεβείας ἑδραίωμα.