Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Τρίτη 3 Μαρτίου 2009

ΙΔΕΤΕ, ΙΔΕΤΕ, ΟΤΙ ΕΓΩ ΕΙΜΙ, Ο ΕΝ ΘΑΛΑΣΣΗ ΣΩΣΑΣ....ΠΑΡΑΠΙΚΡΑΝΑΝΤΑ....

Ἴδετε, ἴδετε, ὅτι ἐγὼ εἰμι, ὁ ἐν θαλάσσῃ σώσας, καὶ ἐν ἐρήμῳ κορέσας, Ἰσραηλίτην λαόν, καὶ τὸ ὕδωρ ἐκ πέτρας πηγάσας τοὶς βροτοίς, ἵνα τὸν πάλαι τὴ φθορά, πεπτωκότα φορέσας, ἑλκύσω πρὸς ἐμαυτόν, δι' ἄφατον ἔλεος.
Νῆψον γρηγόρησον, στέναξον δάκρυσον, διὰ νηστείας, ὅλον τῆς ἁμαρτίας τὸν φόρτον ψυχὴ ἀπόρριψον, τὴ θερμὴ μετανοία, ἀπόφυγε τὸ πύρ, καὶ διὰ πένθους τῶν παθῶν, τὸν πενθήρη χιτῶνα διάρρηξον, τὴν στολὴν τὴν θείαν λαμβάνουσα.
Ὄρει προσέλθωμεν, ἀρίστων πράξεων, διὰ νηστείας πάντες, τὰς χαμαιζήλους λιπόντες, τῶν ἡδονῶν προσβολάς, καὶ εἰς γνόφον εἰσδύντες, σεπτῶν θεωριῶν, μόνον ὀψώμεθα Χριστοῦ, τὸ ἐράσιμον κάλλος, Θεούμενοι μυστικῶς, θείαις ἀναβάσεσιν.
Οἴμοι! τὶ γένωμαι; τὶ διαπράξωμαι; τὴν ἁμαρτίαν πράττων, καὶ τὸν Δεσπότην οὐ φρίττων, ὁ ἀσυνείδητος; διὰ τοῦτο πρὸ δίκης κατάδικός εἰμι. Δικαιοκρῖτα Ἀγαθέ, ἐπιστρέψας με σῶσον, τὸν ὑπὲρ πάντας βροτούς, σὲ παραπικράναντα.