
ΤΗ ΙΗ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΜΑΡΤΙΟΥ
Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Κυρίλλου Ἀρχιεπισκόπου Ἱεροσολύμων.
Σ υ ν α ξ ά ρ ι ο ν
Τὴ ΙΗ' τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Κυρίλλου, Ἀρχιεπισκόπου Ἱεροσολύμων.
Στίχοι
· Εἴσελθε, κέρδος ἐκ ταλάντων προσφέρων,
· Εἰς τὴν χαράν, Κύριλλε, τοῦ σοῦ Κυρίου.
· Ὀγδοάτη δεκάτη θάνατος μέλας εἷλε Κύριλλον.
Τὴ αὐτὴ ἡμέρα, οἱ Ἅγιοι Μύριοι Μάρτυρες, τοὺς αὐχένας τμηθέντες, τελειοῦνται.
Στίχοι
· Τμηθέντες Ἄνδρες Μύριοι τοὺς αὐχένας,.
· Ἀπῆλθον ἔνθα μυριόμματοι Νόες.
Τὴ αὐτὴ ἡμέρα, μνήμη τῶν Ἁγίων Μαρτύρων Τροφίμου, Εὐκαρπίωνος καὶ τῶν σὺν αὐτοῖς.
Ταὶς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.