
ΤΗ Δ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΜΑΡΤΙΟΥ
Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Γερασίμου τοῦ ἐν τῷ Ἰορδάνη.
Συναξάριον
Τὴ Δ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Γερασίμου τοῦ ἐν τῷ Ἰορδάνη.
Στίχοι
· Ὑπηρέτης θὴρ τῶ Γερασίμω γέρας,
· Θήρας παθῶν κτείναντι πρὶν λῆξαι βίου.
· Τὴ δὲ τετάρτη Γεράσιμος βιότοιο ἀπέπτη.
Τὴ αὐτὴ ἡμέρα, Μνήμη τῶν Ἁγίων Μαρτύρων Παύλου καὶ Ἰουλιανὴς τῆς αὐτοῦ ἀδελφῆς.
Στίχοι
· Ὁ κείμενος μὲν Παῦλος, ἡ δὲ κειμένη
· Ἰουλιανή, σύγγονοι τετμημένοι.
Τὴ αὐτὴ ἡμέρα, οἱ ἀνωτέρω, Κοδρᾶτος, Ἀκάκιος καὶ Στρατόνικος οἱ ἀπὸ δημίων, ξίφει τελειοῦνται.
Στίχοι
· Τρεῖς ἐκχέαντες αἷμα πολλῶν ὡς ὕδωρ,
· Σοφῶν αἷμα, Χριστὲ σοὶ χέουσιν ἐκ ξίφους.
Τὴ αὐτὴ ἡμέρα, ὁ Ἅγιος Γρηγόριος Κύπρου, ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι
· Ἐλαφος ὥσπερ ἐκ βρόχου ῥυσθεὶς βίου,
· Ἄνεισι Γρηγόριος, ἔνθα ζῶν ὕδωρ.
Ταὶς τῶν σῶν Ἁγίων πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.