
ΤΗ Γ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΜΑΡΤΙΟΥ
Μνήμη τῶν Ἁγίων Μαρτύρων Εὐτροπίου, Κλεονίκου καὶ Βασιλίσκου.
Σ υ ν α ξ ά ρ ι ο ν
Τὴ Γ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων, Εὐτροπίου, Κλεονίκου καὶ Βασιλίσκου.
Στίχοι
· Ὁ χρηστὸς ἡμῖν Εὐτρόπιος τοὺς τρόπους,
· Ἐφεῦρε Χριστὸν καὶ τέλους διὰ ξίφους.
· Καὶ Κλεόνικος εὐκλεὰ νίκην ἔχει,
· Σταυρῶ κρεμασθείς, ὡς Χριστός μου πάλαι.
· Εἱρκτὴν τὸ σῶμα καὶ πρὸ τῆς εἱρκτῆς ἔχων,
· Εἱρκτῶν λυτροῦται Βασιλίσκος ἐκ δύο.
· Ἐν ξύλῳ Εὐτρόπιος σταυροῖο τρίτη προσεπήχθη.
Τὴ αὐτὴ ἡμέρα, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Θεοδωρήτου, Πρεσβυτέρου Ἀντιοχείας.
Στίχοι
· Χωρεῖν ἔχει ποὺ τῆς Ἐδὲμ τὸ χωρίον,
· Καὶ τὸν Θεοδώρητον ἔνδον τὸν μέγαν.
Τὴ αὐτὴ ἡμέρα, οἱ Ἅγιοι Ζήνων καὶ Ζῶϊλος ἐν εἰρήνῃ τελειοῦνται.
Στίχοι
· Ζωῆς λύσις Ζήνωνι καὶ τῶ Ζωϊλω
· Ζωῆς ὑπῆρξε κρείττονος παραιτία.
Τὴ αὐτὴ ἡμέρα, ἡ Ὁσία Πιαμοῦν ἡ παρθένος ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι
· Κροσσωτὰ χρυσᾶ Πιαμοῦν μελαμφόρος,
· Τὰς ἀρετὰς ἄπεισιν ἠμφιεσμένη.
Ταὶς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.