ΤΗ Β' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣΜΑΡΤΙΟΥ
Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἡσυχίου τοῦ Συγκλητικοῦ.
Σ υ ν α ξ ά ρ ι ο ν
Τὴ Β' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἡσυχίου τοῦ Συγκλητικοῦ.
Στίχοι
· Ποταμὸν Ἡσύχιος ὑδάτων ἔδυ,
· Ὅπως ποταμὸν τοῦ πυρὸς διεκφύγη.
· Δευτερίη προσέβη Ἡσύχιος ἐν πόλου ὅρμοις.
Τὴ αὐτὴ ἡμέρα, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Θεοδότου, Ἐπισκόπου Κυρηνίας τῆς Κύπρου.
Στίχοι
· Ἄθλου πέπλησαι, Θεόδοτε, στιγμάτων,
· Εἰ καὶ μὲτ εἰρήνης σὲ Χριστὸς λαμβάνει.
Τὴ αὐτὴ ἡμέρα, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Κοϊντου τοῦ θαυματουργοῦ.
Τὴ αὐτὴ ἡμέρα, Μνήμη τῶν Ἁγίων Μαρτύρων Νέστορος καὶ Τριβιμίου.
Στίχοι
· Ὁ τράχηλον Νέστορος πλήξας τῶ ξίφει,
· Πληγὴν ὁμοίαν ἐντρίβει Τριβιμίω.
Τὴ αὐτὴ ἡμέρα, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Τρωαδίου καὶ τῶν σὺν αὐτῷ μαρτυρησάντων ἐπὶ Δεκίου Βασιλέως.
Στίχοι
· Μὴ μέλλε, Τρωὰ διε, θνήσκειν ἒκ ξίφους,
· Μὴ μέλλε, καὶ μέλλησιν οὐχ ἔξει στέφος.
Τὴ αὐτὴ ἡμέρα, ἡ Ἁγία Παρθένος Εὐθαλία ξίφει τελειοῦται.
Στίχοι
· Υἱὸν φιλοῦσα Μητροπαρθένου Κόρης,
· Τομὴν ὑπέστη καλλιπάρθενος Κόρη.
Τὴ αὐτὴ ἡμέρα, οἱ Ἅγιοι Μάρτυρες Ἀνδρόνικος καὶ Ἀθανασία ξίφει τελειοῦνται.
Στίχοι
· Ἀθανασία συνθανόντα τὴ πάνυ,
· Πεπείσμεθα ζὴν Ἀνδρόνικον τὸν πάνυ.
Ταὶς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.