
ΤΗ Α' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΦΕΒΡΟΥΑΡΙΟΥ
Τὰ προεόρτια τῆς Ὑπαπαντῆς τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ μνήμη τοῦ Ἁγίου Μάρτυρος Τρύφωνος.
Συναξάριον
Τὴ Α' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Τρύφωνος.
Στίχοι
· Σὺ δὲ Τρύφων τὶ; τὸ ξίφος θνήσκω φθάσας.
· Καιρὸς δὲ τίς σου τοῦ τέλους; Νουμηνία.
· Ἐν Φεβρουαρίοιο Τρύφων πρὸ τοίμης θάνε πρώτη.
Τὴ αὐτὴ ἡμέρα, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Πέτρου τοῦ ἐν Γαλατίᾳ.
Τὴ αὐτὴ ἡ μέρα, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Βενδιμιανοῦ.
Στίχοι
· Βενδιμιανὸς δένδρον ἀρετῆς μέγα,
· Φυτευθὲν εἰς γήν, καὶ μεταχθὲν εἰς πόλον.
Τὴ αὐτὴ ἡμέρα, Μνήμη τοῦ ὁσίου Πατρὸς ᾑμων καὶ ὁμολογητοῦ Βασιλείου, Ἀρχιεπισκόπου Θεσσαλονίκης ὁρμωμένου ἐξ Ἀθηνῶν.
Τὴ αὐτὴ ἡμέρα, ὁ Ὅσιος Τιμόθεος ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι
· Τιμόθεος μετέσχε τιμῆς τῆς ἄνω,
· Μὴ τὶ προκρῖνας τῆς Θεοῦ τιμῆς κάτω.
Τὴ αὐτὴ ἡμέρα, ὁ Ἅγιος Μάρτυς θεϊων, μετὰ δύο παίδων, ξίφει τελειοῦται.
Στίχοι
· Θνήσκουσι παισὶν εὐπροθύμως ἐκ ξίφους.
· Ὅλη θείων εἴπετο προθυμία.
Τὴ αὐτὴ ἡμέρα, ὁ Ἅγιος Μάρτυς Καρίων, τὴν γλώτταν ἐκτμηθείς, τελειοῦται.
Στίχοι
· Φωνῆς στερήσει γλωττότμητος Καρίων,
· Γλωσσῶν πλάνων ἔπαυσεν ὑθλοφωνίαν.
Τὴ αὐτὴ ἡμέρα, Μνήμη τῆς Ἁγίας Μάρτυρος Περπετούας, καὶ τῶν σὺν αὐτὴ Σαύρου, Ῥευκάτου, Σατορλίνου, Σεκούνδου καὶ Φηλικιτάτης.
Στίχοι
· Τὴν τῶν σφαγέντων Περπετούα πεντάδα,
· Ἤμειψε, συσφαγεῖσα πρὸς τὴν ἑξάδα.
Ὁ Ἅγιος Νεομάρτυς Ἀναστάσιος ὁ ἐκ Ναυπλίου, καὶ ἐν Ναυπλίῳ ματυρή σας κατὰ τὸ 1654, εἰς λεπτὰ τμηθεὶς τελειοῦται.
Ταὶς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.