Ἀπορεῖ πᾶσα γλῶσσα, εὐφημεῖν πρὸς ἀξίαν, ἰλιγγιᾷ δὲ νοὺς καὶ ὑπερκόσμιος, ὑμνεῖν σὲ Θεοτόκε, ὅμως ἀγαθὴ ὑπάρχουσα, τὴν πίστιν δέχου, καὶ γὰρ τὸν πόθον οἶδας, τὸν ἔνθεον ἡμῶν, σὺ γὰρ Χριστιανῶν εἶ προστάτις, σὲ μεγαλύνομεν.
Δαυϊδ πάρεσο, Πνεύματι τοὶς φωτιζομένοις. Νὺν προσέλθετε, ἄδε πρὸς Θεόν, ἐν πίστει λέγων φωτίσθητε, οὗτος ὁ πτωχὸς ἐκέκραξεν Ἀδὰμ ἐν πτώσει, καὶ γὰρ αὐτοῦ εἰσήκουσε Κύριος ἐλθών, ῥείθροις τοῦ Ἰορδάνου, φθαρέντα δὲ ἀνεκαίνισεν.
Ὁ Ἡσαίας λούσασθε, καὶ καθάρθητε φάσκει, τὰς πονηρίας ἔναντι, ἀφέλεσθε Κυρίου, οἱ διψῶντες, ὕδωρ ἐπὶ ζῶν πορεύεσθε, ῥανεῖ γὰρ ὕδωρ καινοποιὸν Χριστός, τοίς προστρέχουσιν αὐτῷ ἐν πίστει, καὶ πρὸς ζωὴν τὴν ἀγήρω, βαπτίζει Πνεύματι.
Συντηρώμεθα χάριτι, Πιστοὶ καὶ σφραγῖδι, ὡς γὰρ ὄλεθρον ἔφυγον, φλιὰς Ἑβραῖοι πάλαι αἱμαχθείσης, οὕτω καὶ ἡμῖν, ἐξόδιον τὸ θεῖον τοῦτο, τῆς παλιγγενεσίας λουτήριον ἔσται, ἔνθεν καὶ τῆς Τριάδος, ὀψόμεθα φῶς τὸ ἄδυτον.