
ΤΗ ΙΣΤ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΙΑΝΟΥΑΡΙΟΥ
Ἡ προσκύνησις τῆς τιμίας Ἀλύσεως τοῦ Ἁγίου καὶ Πανευφήμου Ἀποστόλου Πέτρου.
Σ υ ν α ξ ά ρ ι ο ν
Τὴ ΙΣΤ' τοῦ αὐτοῦ μηνός, ἡ προσκύνησις τῆς τιμίας Ἀλύσεως τοῦ Ἁγίου καὶ ἐνδόξου Ἀποστόλου Πέτρου.
Στίχοι
· Σὴν προσκυνοῦντα Πέτρε σειρὰν τιμίαν,
· Σειρὰς μακρὰς λύσόν με τῶν ἐγκλημάτων.
· Σειρὴν προσκυνέω Πέτρου δεκάτη ἑνὶ ἕκτη.
Τὴ αὐτὴ ἡμέρα, Μνήμη τῶς Ἁγίων μαρτύρων καὶ αὐταδέλφων, Πευσίππου, Ἐλασίππου, καὶ Μεσίππου, καὶ Νεονίλλης τῆς μάμμης αὐτῶν.
Στίχοι
· Κὰν ὧσιν ἱππεῖς, κλήσεων σημασία,
· Πεζοὶ τρέχουσι τρίδυμοι τρεῖς πρὸς φλόγα.
· Νεονίλλα γραύς, ἀλλὰ πὺρ ἀνημμένον,
· Ὥς πὲρ τὶς ἀκμάζουσα καρτερεῖ νέα.
Τὴ αὐτὴ ἡμέρα, Μνήμη τοῦ Ἁγίου μάρτυρος Δάνακτος.
Στίχοι
· Ἀφηρέθης τὸ Δέλτα σὺν κάρα Δάναξ.
· Τμηθεὶς γὰρ ὤφθης οὐρανοκράτωρ ἄναξ.
Ταὶς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.