
ΤΗ ΙΗ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΙΑΝΟΥΑΡΙΟΥ
Μνήμη τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν, καὶ μεγάλων Ἀρχιεπισκόπων Ἀλεξανδρείας, Ἀθανασίου καὶ Κυρίλλου.
Σ υ ν α ξ ά ρ ι ο ν
Τὴ ΙΗ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν ἐν ἁγίοις Πατέρων ἡμῶν Ἀθανασίου καὶ Κυρίλλου, Πατριαρχῶν Ἀλεξανδρείας.
Στίχοι
· Ἀθανάσιον καὶ θανόντα ζὴν λέγω.
· Οἱ γὰρ δίκαιοι ζῶσι καὶ τεθνηκότες.
· Φυγῆς Κυρίλλου σήμερον μνήμην ἄγει,
· Ἀλλ' οὐ τελευτῆς τῆς ἀειμνήστου κτίσις.
· Τάρχυσαν ὀγδοάτη δεκάτη νέκυν Ἀθανασίου.
Τὴ αὐτὴ ἡμέρα, Μνήμη τῆς Ἁγίας Μάρτυρος Θεοδούλης.
Στίχοι
· Τὴν θεοδούλην ἐκ ξίφους τεθνηκέναι,
· Δοῦλοι Θεῶν κρίνουσι τῶν ψευδωνύμων.
Τὴ αὐτὴ ἡμέρα, ἡ Ἁγία Ξένη πυρὶ τελειοῦται.
Στίχοι
· Ὁ Χριστὸς ἦλθεν πὺρ βαλεῖν εἰς τὴν γὴν πάλαι,
· Ξένη τρέφουσα καρτερεῖ τὸ πὺρ ξένως.
Ταὶς τῶν ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.