Ὁ καθήμενος ἐν δόξῃ, ἐπὶ θρόνου θεότητος, ἐν νεφέλῃ κούφη, ἦλθεν Ἰησοῦς ὁ ὑπέρθεος, τὴ ἀκηράτω παλάμη καὶ διέσωσε, τοὺς κραυγάζοντας. Δοξα Χριστὲ τὴ δυνάμει σου.
Διαζώννυταί σου πίστει, νοητῶς ἡ βασίλειος, ἁλουργὶς καὶ πόλις, Πέτρε τὴν σειρὰν τὴν ὑπέρτιμον, ἣν αἰσθητῶς προσκυνοῦσα κατασπάζεται, καὶ γεραίρει σου, καὶ τὴν ἰσχὺν καὶ τὰ θαύματα.
Ἐν φρουρᾷ σὲ κλοιοφόρον, ὁ Ἡρῴδης ἀπέθετο, τοῦ ἀναγαγεῖν σε, δήμω θεοκτόνω Ἀπόστολε, διασωθεὶς δὲ θεόθεν καταλέλοιπας, εἰς προσκύνησιν, τὰ σὰ δεσμὰ τοίς οἰκέταις σου.
Στομωθεῖσα τὴ προσψαύσει, τοῦ ἀχράντου σου σώματος, καὶ χαριτωθεῖσα, ἡ περιτεθεῖσα σοὶ Ἅλυσις, ἁγιασμὸν ἡμῖν πᾶσι μεταδίδωσι, προσκυνοῦσιν αὐτήν, διὰ σὲ Πέτρε πάνσεπτε.
Μετὰ δέους τε καὶ πόθου, προσελθόντες προσπέσωμεν, τοὶς δεσμοὶς τοῦ Πέτρου, διὰ τῶν συμβόλων προσάγοντες τῶ Ἄποστόλῳ τὴν πίστιν βεβαιούμενοι, τὴν προσκύνησιν, ὡς πρὸς αὐτὸν διαβαίνουσαν.