Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Δευτέρα 19 Ιανουαρίου 2009

ΜΑΚΑΡΙΟΥ ΤΟΥ ΑΙΓΥΠΤΙΟΥ, ΜΑΚΑΡΙΟΥ ΑΛΕΞΑΝΔΡΕΩΣ, ΑΡΣΕΝΙΟΥ ..


ΤΗ ΙΘ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

ΙΑΝΟΥΑΡΙΟΥ



Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μακαρίου τοῦ Αἰγυπτίου.
Σ υ ν α ξ ά ρ ι ο ν

Τὴ ΙΘ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὅσίου Πατρὸς ἡμῶν Μακαρίου τοῦ Αἰγυπτίου καὶ ἀναχωρητοῦ, καὶ τοῦ Ὁσίου Μακαρίου τοῦ Ἀλεξανδρέως.

Στίχοι

· Θανοῦσα θείων ἡ δυὰς Μακαρίων,

· Ζωῆς μετέσχε τῆς μακαριωτάτης.

· Γὴν μακάρων λάχον ἐννεακαιδεκάτη Μακάριοι.



Τὴ αὐτὴ ἡμέρα, Μνήμη τῆς ἁγίας Μάρτυρος Εὐφρασίας.

Στίχοι

· Ψεύδει σοφῶ φυγοῦσα σαρκὸς τὴν ὕβριν,

· Ἀθλεῖς ἀληθῶς ἐκ ξίφους Εὐφρασία.




Τὴ αὐτὴ ἡμέρα, ἡ εἰς τὸν Ναὸν τῶν ἁγίων Ἀποστόλων Ἀνακομιδὴ τοῦ Λειψάνου τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Γρηγορίου τοῦ θεολόγου.

Στίχοι

· Ἔχει νεκρὸν σὸν ἡ καλὴ μετοικία,

· Καλῶ γάρ, ὡς σύ, τοὺς Ἀποστόλους Πάτερ.



Τὴ αὐτὴ ἡμέρα, τελεῖται ἡ ἀνάμνησις τοῦ ἐν Νικαίᾳ μεγίστου θαύματος, ὅτε ὁ Μέγας Βασίλειος διὰ προσευχῆς ἀνέωξε τὰς πύλας τῆς Καθολικῆς Ἐκκλησίας καὶ παρέθετο αὐτὴν τοὶς Ὀρθοδόξοις.



Ταὶς τῶν Ἁγίων σου πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.