
ΤΗ ΙΖ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΙΑΝΟΥΑΡΙΟΥ
Μνήμη τοῦ Ὁσίου καὶ Θεοφόρου Πατρὸς ἡμῶν Ἀντωνίου τοῦ Μεγάλου.
Συναξάριον
Τὴ ΙΖ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀντωνίου τοῦ Μεγάλου.
Στίχοι
· Ἔχει τὶ μεῖζον οὐρανὸς καὶ τῶν Νόων,
· Ἔξαρχον Ἀντώνιον Ἀσκητῶν ἔχων.
· Ἑβδομάτη δεκάτη Ἀντώνιον ἔνθεν ἄειραν.
Τὴ αὐτὴ ἡμέρα, Μνήμη τοῦ Ὁσίου καὶ θεοφόρου Πατρὸς ἡμῶν καὶ θαυματουργοῦ Ἀντωνίου τοῦ Νέου, τοῦ ἐν τῇ Σκήτει τῆς Βερροίας ἀσκήσαντος.
Στίχοι
· Ἀντώνιον δὲ τὸν Νέον ποῦ τακτέον,
· Εἰ μὴ παρ' αὐτῷ τῶ πάλαι Ἀντωνίω;
Τὴ αὐτὴ ἡμέρα, ὁ Ὅσιος Ἀχιλλὰς ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι
· Ὅπλοις Ἀχιλλεὺς τὰς κάτω πορθεῖ πόλεις,
· Πόνοις Ἀχιλλὰς τὴν ἄνω πλουτεῖ πόλιν.
Ταὶς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.