
ΤΗ ΙΕ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΙΑΝΟΥΑΡΙΟΥ
Ὁσίου Πατρὸς ἡμῶν Μνήμη του Παύλου τοῦ Θηβαίου καὶ τοῦ Ἁγίου Ἰωάννου τοῦ Καλυβίτου.
Σ υ ν α ξ ά ρ ι ο ν
Τὴ ΙΕ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Παύλου τοῦ Θηβαίου.
Στίχοι
· Εἰ θαῦμα Θήβαις ταὶς παρ' Αἴγυπτον πύλαι,
· Πόσον γε Παῦλος, κὰν βίου λίπη πύλας;
· Βλαστὸς Θηβαϊδος πέμπτη δεκάτη θάνε Παῦλος
Τὴ αὐτὴ ἡμέρα, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰωάννου, τοῦ διὰ Χριστὸν πτωχοῦ, ὃς καὶ Καλύβίτης ὠνομάσθη.
Στίχοι
· Ἀρνησίκοσμος παὶς λιπῶν γὴς καλύβην,
· Ἐν οὐρανοῖς ἔπηξε καινὴν καλύβην.
· Πέμπτη Ἰωάννης δεκάτη καλύβην μετέπηξεν.
Τὴ αὐτὴ ἡμέρα, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Πανσοφίου.
Στίχοι
· Καὶ Πανσόφιον πλήξατε πλάνοι πλέον.
· Οὕτω γὰρ αὐτῷ πλέξε τε πλείω στέφη.
Τὴ αὐτὴ ἡμέρα, οἱ Ἅγιοι ἓξ Πατέρες ἐν εἰρήνῃ τελειοῦνται.
Στίχοι
· Ψυχαὶ διαυγεῖς ἓξ ἀποπτᾶσαι βίου,
· Ἑξαπτέρυξι συμπαρίστανται Νόοις.
Ταὶς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.