Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Τετάρτη 14 Ιανουαρίου 2009

ΜΝΗΜΗ ΤΩΝ ΑΓΙΩΝ ΑΒΒΑΔΩΝ - ΑΠΟΔΟΣΙΣ ΘΕΟΦΑΝΕΙΩΝ


Σ υ ν α ξ ά ρ ι ο ν

Τὴ ΙΔ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Ἀββάδων, τῶν ἐν Σινᾷ ὄρει ἀναιρεθέντων.

Στίχοι

· Σπάθαι τὸ πράξαν ὧδε τοὺς πολλοὺς φόνους,

· Τὸ δ' αὒ πεπονθός, ἄνδρες ἀρετῆς φίλοι.

· Ἀββάδας ἀμφὶ τετάρτη καὶ δεκάτη κτάνε χαλκός.



Τὴ αὐτὴ ἡμέρα, Μνήμη τῶν Ἁγίων τριάκοντα τριῶν Πατέρων, τῶν ἐν τῇ Ῥαϊθω ἀναιρεθέντων.

Στίχοι

· Ὡς πρὶν Ῥαχὴλ τὰ τέκνα, νὺν τοὺς Ἀββάδας,

· Κλαίει Ῥαϊθῶ, συγκεκομμένους σπάθαις.



Τὴ αὐτὴ ἡμέρα, Μνήμη τοῦ ὁσίου Πατρὸς ᾑμων Θεοδούλου, υἱοῦ Νείλου τοῦ σοφοῦ.

Στίχοι

· Ὁ Θεόδουλος ἀρεταὶς ὤφθη μέγας,

· Μιμούμενος μάλιστα πατρὸς τὸν βίον.



Τὴ αὐτὴ ἡμέρα, Μνήμη τοῦ Ὁσίου πατρὸς ἡμῶν Στεφάνου, τοῦ κτίσαντος τὴν Μονὴν τοῦ Χηνολάκκου.

Στίχοι

· Τῶ Χηνολάκκου τὴν Μονὴν δειμαμένω.

· Θείω Στεφάνω, λάκκος ὠρύχθη τάφου.



Τὴ αὐτὴ ἡμέρα, ἡ ἁγία Μάρτυς Ἁγνή, ἐν σκοτεινῇ φρουρὰ βληθεῖσα, τελειοῦται.

Στίχοι

· Ἁγνὴν ἄναγνοι θέντες εἰς οἶκον σκότους,

· Πάμφωτον αὐτὴ προύξένησαν οἰκίαν.



Ταὶς τῶν ἁγίων σου πρεσβείαις, ὁ Θεός,ἐλέησον ἡμᾶς. Ἀμήν.