Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Πέμπτη 8 Ιανουαρίου 2009

ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΓΕΩΡΓΙΟΥ ΧΟΖΕΒΙΤΟΥ, ΟΣΙΑΣ ΔΟΜΝΙΚΗΣ


ΤΗ Η' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

ΙΑΝΟΥΑΡΙΟΥ



Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Γεωργίου τοῦ Χοζεβίτου, καὶ τῆς Ὁσίας Μητρὸς ἡμῶν Δομνίκης.
Σ υ ν α ξ ά ρ ι ο ν


Τὴ Η' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν Δομνίκης.

Στίχοι

· Λιποῦσα τὴν γὴν οὐρανόφρων Δομνίκα,

· Εἰς οὐρανοὺς ἀνῆλθεν, ὥσπερ ἠγάπα.

· Δομνίκαν ὀγδοάτη πότμου λάβε νὺξ ἐρεβεννή.



Τὴ αὐτὴ ἡμέρα, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Γεωργίου τοῦ Χοζεβίτου.

Στίχοι

· Σὺν δάκρυσι σπείραντι τῶ Γεωργίω,

· Καιρὸς θερίζειν ἐστὶ σὺν εὐθυμία.



Τὴ αὐτὴ ἡμέρα, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἰουλιανοῦ καὶ Βασιλίσσης καὶ τῶν σὺν αὐτοῖς Κελσίου καὶ Ἀντωνίου.

Στίχοι

· Ἰουλιανῶ πολλὰ καὶ Βασιλίσση,

· Ἐπαθλακεῖνται, κειμένοις ἐκ τοῦ ξίφους.

· Τέμνει κεφαλὴν τὸ ξίφος τὴν Κελσίου,

· Καὶ σὺν κεφαλὴ τὴ δὲ τὴν Ἀντωνίου.



Τὴ αὐτὴ ἡμέρα, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Καρτερίου.

Στίχοι

· Πάλαιε Καρτέριε πρὸς πὺρ καὶ δόρυ,

· Τὸ καρτερόν σου πρὸς πάλας δεικνὺς δύω.



Τὴ αὐτὴ ἡμέρα, Μνήμη τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Κύρου, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως. Τελεῖται δὲ ἡ αὐτοῦ Σύναξις ἐν τῇ σεβασμία Μονὴ τῆς Χώρας, καὶ ἐν τῇ Μεγάλη Ἐκκλησία ἐν ἡμέρα Κυριακή.

Στίχοι

· Ὁ σὴν μελίζων σάρκα Κῦρος Χριστέ μου,

· Σαρκὸς διαστάς, σῶ παρίσταται θρόνω.



Τὴ αὐτὴ ἡμέρα, ὁ ἅγιος Ἀττικός, Πατριάρχης Κωνσταντινουπόλεως, ἐν εἰρήνῃ τελειοῦται.

Στίχοι

· Ὅλην ὑπερβὰς τὴν ὕλην τοῦ σαρκίου,

· Ἥκεις ὅλος νοὺς Ἀττικὲ πρὸς τοὺς Νόας.



Τὴ αὐτὴ ἡμέρα ὁ ἅγιος Προφήτης Σαμέας ὁ Ἐλαμίτης, ἐν εἰρήνῃ τελειοῦται.

Στίχοι

· Ἐν γῆ τὸ μέλλον οὐκ ἔτι χρὰ Σαμέας,

· Ἄνω γὰρ οὗτος ὁ προφητικὸς τρίπους.



Τὴ αὐτὴ ἡμέρα, ὁ ἅγιος Ἀγάθων ἐν εἰρήνῃ τελειοῦται.

Στίχοι

· Ὡς ἠγαθύνθην Ἀγάθων τὴν Καρδίαν,

· Εἰρηνικοῦ σοῦ καὶ μόνου μνησθεὶς τέλους.



Τὴ αὐτὴ ἡμέρα, Μνήμη τῶν Ἁγίων τοῦ Χριστοῦ Μαρτύρων Θεοφίλου Διακόνου καὶ Ἐλαδίου λαϊκοῦ.



Ταὶς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

Βιβλιογραφία - Πηγές
  1. Μηνιαίον Ιανουαριού, Εκδ. Αποστ. Διακονίας