
ΙΑΝΟΥΑΡΙΟΥ
Προεόρτια τῶν Φώτων, καὶ μνήμη τῶν Ἁγίων Μαρτύρων Θεοπέμπτου καὶ Θεωνά, καὶ τῆς Ὁσίας Συγκλητικῆς.
Σ υ ν α ξ ά ρ ι ο ν
Τὴ Ε' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων Θεοπέμπτου καὶ Θεωνά.
Στίχοι
· Ὅπως τελευτᾷ Θεόπεμπτος, εἴπάτω.
· Ἀθλῶν τελευτῶ, τὴν κάραν τμηθεὶς ξίφει.
· Ἐθεντὸ μ' ἐκραύγαζε τοῦ Ψάλτηρίου,
· Λάκκω, Θεωνὰς Μάρτυς, ἐν κατωτάτῳ.
· Πέμπτη ἐκ ξίφεος λίπε τὸν δὲ βίον Θεόπεμπτος.
Τὴ αὐτὴ ἡμέρα, Μνήμη τῆς Ἁγίας Συγκλητικῆς.
Στίχοι
· Συγκλητικὴ λιποῦσα δουλείαν βίου,
· Κλητοὶς Θεοῦ σύνεστι δούλοις ἐν πόλῳ.
Τὴ αὐτὴ ἡμέρα, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Γρηγορίου, τοῦ ἐν Ἀκρῖτᾳ.
Στίχοι
· Ὁ Γρηγόριος ἀρεταὶς λάμψας μέγα,
· Λαμπρῶς μεταστάς, καὶ μέγα πλουτεῖ κλέος.
Τὴ αὐτὴ ἡμέρα, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Φωστηρίου.
Τὴ αὐτὴ ἡμέρα, ὁ Ἅγιος Μάρτυς Σάϊς, ἐν θαλάσσῃ βληθείς, τελειοῦται.
Στίχοι
· Ἠλθον θαλάσση εἰς βάθη, λέγει Σάϊς,
· Φυγῶν τὰ ποτίζοντα τῆς πλάνης βάθη.
Τὴ αὐτὴ ἡμέρα, ὁ Ἅγιος Μάρτυς Θεόειδος ὑπὸ δημίων πατούμενος τελειοῦται.
Στίχοι
· Πόδες πατοῦντες σαρκίον Θεοείδου,
· Ψυχὴν ἀποθλίβουσι ληνῶ τοῦ πόλου.
Τὴ αὐτὴ ἡμέρα, ἡ Ὁσία Δομνῖνα ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι
· Χαρίζεταί σοὶ τὴν ἄνω κληρουχίαν,
· Δομνῖνα, σαρκὸς ἡ κάτω κακουχία.
Τὴ αὐτὴ ἡμέρα, ἡ Ὁσία Τατιανὴ ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι
· Τατιανὴ τακεῖσα νηστείαις πάλαι,
· Νὺν Ἀγγέλοις σύνεστι νηστείας φίλοις.
Ταὶς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς.